Humanitext Reader

プルタルコス · ギリシア習俗問答 §49-56

カルケドンの女性の慣習とサモス島の伝承

11 / 12 箇所 · ギリシア語

要旨

カルケドンの女性たちの片方の頬を覆う慣習、アルゴスにおける羊の交尾や子供たちの自称の由来、エリスの交尾慣習、クノッソスの借金強奪慣習、サモスの「デキシクレオンのアプロディテ」やヘルメス祭での盗み、およびサモス島のアマゾン殺戮地にまつわる地名「パナイマ」の由来について説明される。

§49διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν;
なぜカルケドンの女性たちの間では、見知らぬ男性、とりわけ役人に会ったときに、片方の頬を覆う慣習があるのか。
πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως·
彼らはビテュニア人との間に、あらゆる口実から煽り立てられる戦争を抱えていた。
Ζειποίτου δὲ βασιλεύσαντος τούτων, πανστρατιᾷ, καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν.
彼らの王ゼイポイテスが統治していたとき、総力を挙げた軍勢にトラキア人の援軍も加わり、カルケドンの土地を焼き払い、蹂躙した。
ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας·
ゼイポイテスがパリオスと呼ばれる場所の付近で彼らを襲撃したとき、彼らは無謀さと規律のなさから悲惨な戦いぶりを晒し、八千人以上の兵士を失った。
καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις·
そのとき完全に滅ぼされなかったのは、ゼイポイテスがビザンティオン人に免じて和平の合意を与えたからであった。
πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν·
しかし、都市には甚だしい男手不足が生じたため、大半の女性は余儀なくされて解放奴隷や在留外国人と結婚した。
αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας.
他方、そのような結婚をする代わりに夫を持たないことを選んだ女性たちは、裁判官や役人に要請することがあると、ベールから顔の片側を露出させつつ、必要とすることを自分たち自身で処理した。
αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.
一方で既婚の女性たちは、恥ずかしさから、彼女ら(独身を通した女性たち)を自分たちより優れた者として模倣し、同様の慣習に至ったのである。
§50διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;
なぜアルゴス人は、アゲノルの聖域に羊を追い込んで交尾させるのか。
ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;
それとも、アゲノルが羊の世話を最も見事に行い、王たちの中で最も多くの群れを所有していたからだろうか。
§51διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;
なぜアルゴスの子供たちは、ある祭りの最中に戯れて自分たちを「バッラクラダス」と呼ぶのか。
ἢ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν;
イナコスによって最初に山頂から平野へ導き下ろされた人々が、野生の梨によって養われたと言われているからだろうか。
ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης ὅθεν ἄπιοι αἱ ἀχράδες ἐπωνομάσθησαν.
そして、野生の梨がペロポネソスで最初にギリシア人たちに現れたのは、その土地がまだアピアと呼ばれていた頃であり、それゆえに野生の梨は「アピオイ」と名付けられたのだろうか。
§52τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ὀνοθόρους ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν;
なぜエリス人は、ロバに種付けされる牝馬を国境の外に連れ出して交尾させるのか。
ἢ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν. ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;
それとも、すべての王の中で最も馬を愛し、とりわけその動物を好んだオイノマオスが、エリス領内で馬に交尾をさせる者たちに対して、数多くの恐ろしい呪いをかけたため、人々はその呪いを恐れてこれを避けているからだろうか。
§53διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ ἀργύριον;
なぜクノッソス人の間では、金を借りる者がそれを強奪する慣習があったのか。
ἢ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται;
それとも、返済を拒む際に、彼らが暴力罪に問われ、より厳しく処罰されるようにするためだろうか。
§54τίς ἡ αἰτία, διʼ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι;
なぜサモスにおいて、アプロディテが「デキシクレオンのアプロディテ」と呼ばれるのか、その理由は何か。
πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν;
デキシクレオンという名の托鉢僧が、贅沢と傲慢から不品行に走っていた彼女らの女性たちを、浄化の儀式を用いて救い出したからだろうか。
ʼ ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπʼ ἐμπορίᾳ, καὶ μέλλοντα γεμίζειν τὴν ναῦν ἡ Ἀφροδίτη ἐκέλευσεν ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην;
あるいは、船主であったデキシクレオンが交易のためにキプロスへ航海した際、船に荷を積もうとしていた彼にアプロディテが、水だけを積み込み、他には何も載せずに大急ぎで出航するように命じたからだろうか。
πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν.
彼はこれに従い、大量の水を載せて出航した。 その後、外洋で無風と凪が続いたため、喉の渇きに苦しむ他の商人や船主たちに水を売り、大金を集めた。
ἐκ δὲ τούτου κατασκευάσας τὴν θεὸν ἀφʼ ἑαυτοῦ προσηγόρευσεν.
この資金をもとに彼は女神の像を建立し、自身の名にちなんで名付けた。
εἰ δὴ τοῦτʼ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι διʼ ἑνὸς ἡ θεὸς θελήσασα.
もしこれが本当なら、女神は一人を富ませるだけでなく、一人の人間を通じて多くの人々を救うことを望んだのだと思われる。
§55διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ χαριδότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν;
なぜサモス人において、恵みを与えるヘルメスに犠牲を捧げるとき、望む者が盗み働きや追いはぎをすることが許されているのか。
ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο· καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον, ἐκράτησαν τῶν πολεμίων.
神託に従って島からミュカレへと移住した彼らが、略奪によって十年間生き延び、その後再び島へと航海して敵を制圧したからである。
§56ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται;
サモス島にある「パナイマ」という場所は、何に由来してそう呼ばれるのか。
ἢ ὅτι φεύγουσαι Διόνυσον αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν· ὁ δὲ ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν;
それとも、ディオニュソスから逃れたアマゾンたちがエフェソスの土地からサモスへと渡り、彼(ディオニュソス)が船を造って渡海し、戦いを挑んで、流れた血の多さから見物人たちが驚嘆して「パナイマ」と呼んだこの場所の付近で、彼女らの多くを殺戮したからだろうか。
τῶν δʼ ἐλεφάντων ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν·
また、フロイオの付近で象の数頭が死んだと言われ、それらの骨が示されている。
τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ὑπʼ ἐκείνων ῥαγῆναι φθεγγομένων μέγα τι καὶ διάτορον.
またある人々は、その地(フロイオ)が、象たちが大きく鋭い声で叫んだために裂けたのだとも言う。

語釈・文法注

  1. 302fἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας — 属格 `τῆς καλύπτρας` は分離の属格であり、動詞 `ἀπάγουσαι`(引き離す、取り除く)にかかる。一方、`θάτερον μέρος τοῦ προσώπου` はその直接目的語(対格)である。全体として「ベールから顔の片側を引き離す」、すなわち「ベールをずらして顔の片側を露出させる」という意味になる。
  2. 303bὀνοθόρους — 複合形容詞 `ὀνοθόρος`(`ὄνος`「ロバ」 + `θρῴσκω / θορ-`「跳びかかる、交尾する」)は、ここでは「ロバによって種付けされる(牝馬)」という受動的な意味で用いられている。活性的な意味(「ロバに交尾する」)として誤読しないよう注意が必要である。
  3. 303bὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι — `ὅπως ὦσι` は目的節(接続法)。現在分詞 `ἀποστεροῦντες` は「(借金を)返済しない場合、横領する場合」という条件的な意味を表す。`ἔνοχοι τοῖς βιαίοις` は「暴力(強奪)罪に対して有罪(被疑者)となる」の意であり、民事的な債務不履行ではなく、刑事的な暴力犯罪として扱われることを指す。
  4. 303eὑπʼ ἐκείνων ῥαγῆναι φθεγγομένων — 不定詞 `ῥαγῆναι`(`ῥήγνυμι` の2歌動詞直説法受動アオリスト不定詞)の論理的主語は `τὸ Φλοιόν`。`ὑπʼ ἐκείνων ... φθεγγομένων` は、前文の `τῶν ἐλεφάντων` を指す指示代名詞 `ἐκείνων` に現在分詞 `φθεγγομένων` が一致した属格独立構文、あるいは行為者を表す前置詞 `ὑπό` の支配下にある属格句である。象たちが「大きく鋭い叫び声をあげて鳴いたことによって」土地が裂けたという因果関係を示す。

この箇所を引用する

プルタルコス, ギリシア習俗問答 §49-56. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:49-56

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。