Humanitext Reader

普鲁塔克 · 希腊问题 §57-59

佩德特斯大厅与科斯赫拉克勒斯祭仪传说

第 12 段,共 12 段 · 希腊语

内容简介

本章节阐述了萨摩斯“佩德特斯(足枷大厅)”由于麦加拉俘虏推翻寡头政治的政变而得名的由来、科斯岛赫拉克勒斯祭司因赫拉克勒斯女装传说而身穿女装的祭仪习俗,以及麦加拉被称为“推车人”这一不名誉家族的起源。

§57ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται;
为什么萨摩斯的议事厅被称为“佩德特斯”?
τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων πέδας κομίζοντες, ὡς λέγεται, ἐπὶ τοὺς αἰχμαλώτους.
在德莫特莱斯被杀以及他的独裁统治被推翻之后,土地保有者掌握了政权,此时麦加拉人向作为萨摩斯人殖民地的佩林托斯人宣战,据说他们还带来了准备给俘虏戴上的足枷。
ταῦτα δὲ οἱ γεωμόροι πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα.
土地保有者得知此事后,迅速派遣援军,任命了九位将军,并装备了三十艘船只。
τούτων ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους.
在这些船只中,有两艘在驶出港口前被雷电击毁。 而将军们率领其余的船只航行,击败了麦加拉人,并活捉了其中六百人。
ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν.
他们因胜利而意气风发,企图推翻本国土地保有者的寡头政治。
ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους.
而政权的领导人们提供了机会,写信给他们,要求他们用麦加拉人自己带来的那些足枷将俘虏绑着带回来。
λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθʼ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι·
因此,将军们收到这封信后,暗中给一些麦加拉人看,说服他们与自己联合起来解放这座城市。
βουλευομένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ ἐκβαίνωσιν τῶν σκελῶν ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων.
当他们共同商议行动时,决定把足枷的铁环敲松,就这样套在麦加拉人的腿上,然后用皮带将足枷吊在腰带上,以免在行走时因变松而滑落或脱离双腿。
οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων.
他们就这样装备了这些男子,并给每人发了一把剑,当他们驶入萨摩斯并登陆后,趁着几乎所有的土地保有者都聚集在议事厅时,带领他们穿过市场走向议事厅。
εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας.
接着,信号一发出,麦加拉人便冲上前去,杀死了那些土地保有者。
οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης, τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου πεδήτης ὁ οἶκος ὠνομάσθη.
城市就这样获得了解放,他们让愿意的麦加拉人成为公民,并建造了一座巨大的厅堂,将那些足枷奉纳于其中,因此该厅堂被命名为“佩德特斯”。
§58διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;
为什么在科斯人中,安提马基亚的赫拉克勒斯祭司要穿着女装,头上缠着发带,开始献祭仪式?
Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας.
赫拉克勒斯率领六艘船从特洛伊起航,途中遭遇风暴,在其他船只被毁后,他仅乘一艘船被风驱赶到科斯,在被称为拉克特的地方附近搁浅,除了武器和随从外,他什么也没有救出来。
ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος·
他遇到了一群羊,便向牧羊人要一只公羊。
ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι.
那人名叫安塔戈拉斯,正值壮年,体力充沛,他要求赫拉克勒斯与自己摔跤,如果击败他,就可以带走公羊。
καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν.
当赫拉克勒斯与他交手时,梅罗普斯人来协助安塔戈拉斯,而希腊人则协助赫拉克勒斯,双方展开了激烈的战斗。 据说,在这场战斗中,赫拉克勒斯因寡不敌众,逃到一位色雷斯妇女那里,借着穿上女装隐蔽自己而躲过了追捕。
ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, ἀνέλαβε στολὴν ἀνθίνην.
后来,他再次战胜梅罗普斯人并得到净化,娶了哈尔基奥佩,穿上了花图案的礼服。
διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.
因此,祭司在发生战斗的地方献祭,而新郎们也穿着女装去迎接新娘。
§59πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν;
麦加拉的“推车人”一族源自何处?
ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλίσθησαν ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις.
在放纵的民主政治时期(这也导致了“返息法”和劫掠神庙事件的发生),佩洛波尼索斯人的神圣使团穿过麦加拉领土前往德尔斐,他们带着妻子和孩子,随性地在艾格罗伊湖畔的货车中露宿。
τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν.
麦加拉人中最放肆的一些人在喝醉后,出于狂妄和残忍,将这些货车推搡并滚入湖中,导致许多使者溺水身亡。
οἱ μὲν οὖν Μεγαρεῖς διʼ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δὲ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν.
由于麦加拉人的政治混乱,他们无视了这一罪行;但近邻同盟因为使团具有神圣性而对此进行干预,惩罚了那些有罪之人,有的处以流放,有的处以死刑。
οἱ δὲ ἀπὸ τοῦ γένους ἁμαξοκυλισταί προσηγορεύθησαν.
而他们的后代则被称为“推车人”。

词汇与语法注释

  1. 304bτῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι — 意为“敲松足枷的铁环”。这里的动词 `διακροτέω` 指通过敲击金属环使其接合处变松,以便于穿脱。接下来的叙述“用皮带将足枷吊在腰带上”说明,这是一种巧妙的伪装手段,既能让麦加拉人便于行走,又不会暴露他们已经摆脱束缚。
  2. 304cἀπὸ τούτου πεδήτης ὁ οἶκος ὠνομάσθη — 指出新建的大厅因奉纳的足枷(`πέδη`)而得名“佩德特斯”(被戴上足枷者的房间)。此处将具有被动含义的形容词 `πεδήτης` 转用作建筑物的名称。
  3. 304dκατάρχεται τῆς θυσίας — 意为“开始献祭仪式”。中动语态的 `κατάρχομαι` 支配属格,指在祭祀中举行最初的预备仪式(如撒大麦或剪下祭牲的毛)。
  4. 304fἀπὸ τοῦ γένους — 意为“该一族的人”或“他们的后代”。这表明袭击神圣使团的“有罪之人”(`τῶν ἐναγῶν`)的后代,因其祖先的恶行而继续被称为“推车人”。

引用这一段

普鲁塔克, 希腊问题 §57-59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:57-59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。