Humanitext Reader

プルタルコス · ギリシア習俗問答 §40-43

エウノストスの聖林と各地の地名伝承

9 / 12 箇所 · ギリシア語

要旨

タナグラのエウノストス神話に基づく女性禁制の由来、ボイオティアのスカマンドロス川の地名起源、タレントゥムのディノンの逸話に由来する諺の背景、そしてイタカのアラルコメナイの二つの命名起源説を説明している。

§40τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;
タナグラにおける英雄エウノストスとは誰か、またどのような理由で彼の聖林は女性の立ち入りが禁じられているのか。
Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα.
エウノストスは、ケピソスの息子エリエウスとスキアスとの息子であり、彼を育てたニンフのエウノスタにちなんでこの名前が与えられたと言われている。
καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ ἧττον.
彼は美しく、またそれ以上に正義の人であった。
ἦν σώφρων καὶ αὐστηρός·
彼は節制があり、厳格であった。
ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων, ἀνεψιὰν οὖσαν.
彼にいとこであるコロノスの娘たちの一人、オクナが恋をしたと言われている。
ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον.
しかし、彼女が彼を誘惑しようとしたとき、エウノストスはこれを拒絶し、彼女を罵って、彼女の兄たちに告発するために立ち去った。 そこでこの乙女は、彼に対して先手を打って告発をおこない、兄たちであるエケモス、レオン、ブコロスを、エウノストスが彼女を力づくで乱暴したと言って煽り立て、エウノストスを殺させようとした。
ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον.
そこで、彼らは待ち伏せして、この若者を殺した。
ὁ δʼ Ἐλιεὺς ἐκείνους ἔδησεν ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ.
エリエウスは彼らを捕縛した。 オクナは後悔し、ひどく狼狽して、一方で自らを恋による苦しみから解放したいと望み、他方で兄たちを哀れんで、エリエウスに真実をすべて打ち明け、エリエウスはそれをコロノスに伝えた。
Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε.
コロノスが裁きを下すと、オクナの兄たちは亡命し、彼女自身は身を投げた。 これはアンテドンの抒情詩人ミルティスが記している通りである。
τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος.
そしてエウノストスの廟と聖林は、女性の立ち入りが禁じられ、近づきがたいものとして厳格に守られていたため、地震や干ばつ、あるいはその他の不吉な天兆がしばしば起こると、タナグラ人は、女性がその場所に気づかれずに入り込んでいないかどうかを、入念に調査・捜索するほどであった。 そしてある人々、その中には著名な人物であるクレイダモスもいたが、彼らは海に向かって身を清めるために歩いていくエウノストスに出会った、なぜなら女性がその聖域に足を踏み入れたからだ、と語った。
ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.
ディオクレスもまた『英雄に関する著作』において、クレイダモスが報告した事柄に関するタナグラ人の決議を引用している。
§41πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;
ボイオティアのエレオン付近にある川が、なぜスカマンドロスと名付けられたのか。
Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας·
エレオンの息子デイマコスは、ヘラクレスの戦友であり、トロイア遠征に参加した。
τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν.
戦争が長引いていたと思われる頃、彼は、自分を愛してくれたスカマンドロスの娘グラウキアを受け入れ、彼女を妊娠させた。 その後、彼自身はトロイア人との戦闘で討ち死にしたが、グラウキアは露見することを恐れ、ヘラクレスのもとに逃れて、自らの愛とデイマコスとの間にあった関係を打ち明けた。
ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν.
ヘラクレスは、彼女への哀れみと同時に、勇敢で親しい男の血統が残されることを喜び、グラウキアを船に乗せ、彼女が息子を産むと、ボイオティアに連れて行って、エレオンにその子供と彼女自身を引き渡した。
ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε.
その子はスカマンドロスと名付けられ、その地の王となった。
καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ αὐτοῦ Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν·
そして彼は、イナコス川を自分にちなんでスカマンドロス川と呼び、近くの別の流れを母にちなんでグラウキア川と名付けた。
Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένους προσαγορεύοντες.
また、泉を自分の妻にちなんでアキドゥサと呼び、彼女との間には3人の娘があり、人々は現在に至るまで彼女らを乙女たちと呼んで崇めている。
§42ἀπὸ τίνος ἐρρήθη τὸ παροιμιῶδες αὕτα κυρία;
「これこそが決定的なものである」という諺めいた言葉は、何に由来して言われたのか。
Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν, ἃδε, εἶπε, κρείσσων ·
タレントゥムの将軍ディノンは、軍事において優れた人物であったが、市民たちが彼の提案を否決したとき、伝令が多数派の意見を告げると、彼は自らの右手を挙げて「こちらの方が強い」と言った。
οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε.
このようにテオプラストスが記録している。
προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος Ταραντίνων τοῦ κήρυκος, αὗται πλείους, εἰπόντος, ἀλλʼ αὗται, φάναι, βελτίους, καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.
また、アポロドロスはさらに書き加えている。 タレントゥムの伝令が「こちらのほうが票が多い」と言ったとき、彼が「しかし、こちらのほうが優れている」と言い、少数派の挙手を有効とした、と。
§43πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;
イタカ人の都市アラルコメナイはどこに由来して名付けられたのか。
διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν·
それは、アンティクレイアが処女のときにシシュポスによって乱暴され、オデュッセウスを身ごもったためである。
ὑπὸ πλειόνων δʼ ἐστὶν εἰρημένον.
これは多くの者によって言われている。
Ἴστρος δʼ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ τὸ Ἀλεξανδρεὺς ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.
アレクサンドリアのイストロスは、その著作の中でさらに書き加えている。 彼女がラエルテスに妻として与えられ、連れて行かれる途中、ボイオティアのアラルコメネイオンの近くでオデュッセウスを産んだ。 そのため、彼はいわば母都市の名称を引き継ぎ、イタカの都市をそのように名付けたと彼は言っている。

語釈・文法注

  1. 300eἔφθασεν ἡ παρθένος τοῦτο πράξασα — 動詞 φθάνω と分詞(πράξασα)が結合した、「先手を打って〜する」「相手より先に〜する」という構文。オクナがエウノストスに告発される前に、先手を打って兄たちに告発したことを表している。
  2. 301aμὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα — 動詞 λανθάνω(ここでは完了 λέληθε)と分詞(πλησιάσασα)が結合した、「気づかれずに〜する」を意味する慣用構文。懸念や恐れを示す接続詞 μή(〜ではないかと)に導かれ、「女性が気づかれずにその場所に近づいたのではないか」という懸念を表す。
  3. 301cἃδε, εἶπε, κρείσσων — ἃδε は指示代名詞 ὅδε(これ)のドリス方言・女性単数主格。ディノンが「手」(χείρ、女性名詞)を挙げて示したため、名詞が省略されているが「こちら(の手)の方が強い(有効である)」という意味になる。
  4. 301dπερὶ τὸ Ἀλεξανδρεὺς ἐν τῇ Βοιωτίᾳ — 写本にある Ἀλεξανδρεὺς は、直前にある Ἴστρος δʼ ὁ Ἀλεξανδρεὺς(アレクサンドリアのイストロス)からの誤写と推測され、文脈およびアラルコメナイの地名起源から、ボイオティアの地名 Ἀλαλκομένειον(アラルコメネイオン、アテナ・アラルコメネイスの神殿)の誤りとして訂正して解釈される。

この箇所を引用する

プルタルコス, ギリシア習俗問答 §40-43. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:40-43

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。