§40τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;
在塔纳格拉,英雄欧诺斯托斯是谁? 由于什么原因,他的圣林禁止女性进入?
Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα.
欧诺斯托斯是刻菲索斯之子埃利埃乌斯与斯基阿斯之子,据说因为他是由宁芙仙女欧诺斯塔抚养长大的,所以得到了这个名字。
καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ ἧττον. ἦν σώφρων καὶ αὐστηρός·
他长相英俊,且同样公正。
ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων, ἀνεψιὰν οὖσαν.
他克己而严厉;据说,科洛诺斯的女儿之一、也是他的表姐奥克娜爱上了他。
ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον.
当奥克娜试图诱惑他时,欧诺斯托斯拒绝了她,并怒斥她,动身去向她的兄弟们控诉,但这位少女抢先一步对他采取了行动,煽动她的兄弟埃刻摩斯、莱翁和布科洛斯去杀死欧诺斯托斯,声称他强暴了她。
ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον.
于是,他们设下埋伏,杀死了这位青年。
ὁ δʼ Ἐλιεὺς ἐκείνους ἔδησεν ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ.
埃利埃乌斯将他们捆绑起来,而奥克娜感到后悔且充满焦虑,一方面想要将自己从因爱情而带来的痛苦中解脱出来,另一方面又怜悯她的兄弟,于是向埃利埃乌斯透露了全部真相,埃利埃乌斯又将此告知了科洛诺斯。
Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε.
在科洛诺斯做出审判后,奥克娜的兄弟们流亡他乡,而她自己则投崖自尽,正如安塞冬的抒情女诗人米尔蒂丝所记录的那样。
τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος.
欧诺斯托斯的祠庙和圣林被极为严格地保护着,禁止且不容女性接近,以至于每当发生地震、干旱或其他天兆时,塔纳格拉人都会仔细搜寻并彻查是否已有女性在不知不觉中接近了该地。 有些人(其中有一位显贵人物克莱达摩斯)说,他们曾遇见欧诺斯托斯正朝大海走去,准备沐浴,因为有女人进入了圣域。
ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.
狄奥克勒斯在《论英雄》的专著中,也引用了塔纳格拉人关于克莱达摩斯所报告之事的决议。
§41πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;
为什么波奥蒂亚埃勒翁附近的河流被命名为斯卡曼德罗斯?
Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν.
德伊马科斯是埃勒翁之子,是赫拉克勒斯的同伴,参加了对特洛伊的远征;由于战争似乎拖得很长,他接纳了爱上他的斯卡曼德罗斯之女格劳基亚,并使她怀孕。 随后,他自己在与特洛伊人的战斗中牺牲了,而格劳基亚因害怕事情败露,便逃往赫拉克勒斯处,向他倾诉了自己的爱意以及与德伊马科斯发生的关系。
ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν.
赫拉克勒斯一方面出于对这女子的怜悯,另一方面又为这位勇敢且亲密的伙伴留下了后代而感到高兴,于是将格劳基亚接上船,在她生下儿子后,带回波奥蒂亚,将孩子和她本人都交还给了埃勒翁。
ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε.
这个男孩被命名为斯卡曼德罗斯,并成为了这片土地的国王。
καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ αὐτοῦ Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν
παρθένους
προσαγορεύοντες.
他将伊纳科斯河以自己的名字命名为斯卡曼德罗斯河,将附近的另一条溪流以母亲的名字命名为格劳基亚河;又将泉水以自己的妻子的名字命名为阿基杜萨,他与妻子生有三个女儿,人们至今仍在崇拜她们,称她们为“少女们”。
§42ἀπὸ τίνος ἐρρήθη τὸ παροιμιῶδες αὕτα κυρία;
“这便是有效的决定”这句谚语,是源于什么情况而说的?
Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν,
ἃδε,
εἶπε,
κρείσσων
·
塔兰托的将军狄农是位在军事上很优秀的男子,当公民们否决了他的某项提议,且传令官宣告了获胜的票数时,他自己举起右手说:“这一边更强。
οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε.
”因为泰奥弗拉斯托斯就是这样记录的。
προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος Ταραντίνων τοῦ κήρυκος,
αὗται πλείους,
εἰπόντος,
ἀλλʼ αὗται,
φάναι,
βελτίους,
καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.
阿波罗多罗斯还补充记录了关于塔兰托传令官的事,当传令官说:“这些票更多”时,狄农说:“但这些票更好”,从而确认了少数人的举手决议有效。
§43πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;
伊萨卡人的城市阿拉尔科梅奈得名于何处?
διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δʼ ἐστὶν εἰρημένον.
是因为安提克勒亚在少女时期被西西弗斯强暴,怀上了奥德修斯;这一点已被多数人提及。
Ἴστρος δʼ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ τὸ Ἀλεξανδρεὺς ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.
但亚历山大里亚的伊斯特罗斯在备忘录中进一步记载,当她被许配给拉厄尔特斯结婚并被送走时,在波奥蒂亚的阿拉尔科梅内翁附近生下了奥德修斯,因此奥德修斯仿佛继承了母邦的名字,将伊萨卡的城市也如此命名,他如是说。