Humanitext Reader

プルタルコス · ギリシア習俗問答 §13-15

物乞いの肉とコリアダイ家と木製の犬の神託

3 / 12 箇所 · ギリシア語

要旨

アイニアネス人の「物乞いの肉」の儀礼と移住、イタカにおけるコリアダイ家系の起源と賠償、およびロクリス人の「木製の犬」の神託とオゾライという名称の由来が語られます。

§13τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι;
アイニアネス人の間における「物乞いの肉」とは何か。
πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις.
アイニアネス人には複数の移住の歴史があった。
πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας.
というのも、最初に彼らはドティオン平原の周辺に住んでいたが、ラピタイ人によってアイティケスへと追い払われたからである。
ἐκεῖθεν τῆς Μολοττίας τὴν περὶ τὸν Αὔαν χώραν; κατέσχον, ὅθεν ὠνομάσθησαν Παραυαῖοι.
そこから彼らはモロッティアのアウアス川周辺の土地を占拠し、そこから彼らはパラウアイオイと名付けられた。
; μετὰ ταῦτα Κίρραν κατέσχον·
その後、彼らはキラを占拠した。
ἐν δὲ Κίρρᾳ καταλεύσαντες Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν.
キラにおいて、神の命令により、彼らが王オイノクロスを石打ちにして殺した後、彼らは、イナキオス人やアカイア人によって住まわれていたイナコス川周辺の土地へと下っていった。
γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δὲ ἂν λάβωσι παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς·
そのとき、「土地を分け与える者たちはそのすべてを失い、自発的に受け取る者たちはそれを確保するであろう」という神託が下った。 そこで、アイニアネス人の著名な男テモンが、襤褸を身にまとい、物乞い袋を携えて、物乞いであるかのようにしてイナキオス人たちのもとへやって来た。
ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ καταφανὴς ἦν ἠγαπηκὼς τὸ δῶρον ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας.
そして王が侮辱と嘲笑のために土塊を彼に差し出すと、彼はそれを受け取って袋に入れた。 そして彼はその贈り物を喜んでいることが明らかであった。 なぜなら、それ以上何も求めずにすぐに立ち去ったからである。
οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον.
長老たちは驚いて神託を思い出し、王のところへ行って、あの男を軽んじたり手放したりしてはならないと言った。
αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθʼ ἑκατόμβης.
そこでテモンは彼らの意図に気づき、逃げ出そうとし、アポロンに百頭の生け贄を捧げることを誓って逃げ切った。
ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον·
このことから王たちが一騎打ちをすることになり、アイニアネス人の王ペミオスは、イナキオス人の王ヒュペロコスが犬を連れて自分に向かってくるのを見て、「二人目の戦い手を伴うのは不当である」と言った。
ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ.
ヒュペロコスが犬を追い払おうと後ろを振り向いたとき、ペミオスは石を投げつけて彼を殺した。
κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν.
こうして土地を手に入れ、イナキオス人をアカイア人とともに追い出すと、彼らはその石を聖なるものとして崇め、それに犠牲を捧げ、犠牲獣の脂肪でそれを覆うのである。
ὅταν δὲ τῷ Ἀπόλλωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ πτωχικὸν κρέας ἐπονομάζουσι.
そして彼らがアポロンに百頭の生け贄を捧げるとき、ゼウスに雄牛を捧げた上で、テモンの子孫に特別な分け前を分配し、それを「物乞いの肉」と名付けている。
§14τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος; ;
イタカ人の間における「コリアダイ」とは誰のことであり、また「パギロス」とは何か。
τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθʼ ἕκαστον ἐνιαυτόν.
オデュッセウスに対して、求婚者たちの殺害の後、死者たちの親族が反乱を起こした。 両者によって調停者として招かれたネオプトレモスは、オデュッセウスに対しては、流血の罪のためにケパレニア、ザキュントス、イタカから立ち去り亡命することを命じ、求婚者たちの仲間や親族に対しては、オデュッセウスの家に対する不法行為の償いとして、毎年賠償を支払うことを命じた。
αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐν ἐκέλευσε τοὺς Ἰθακησίους.
彼自身はイタリアへと移住したが、その賠償を息子に捧げるよう定め、イタカ人にそれを支払うよう命じた。
ἦν δὲ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα φαγίλων·
その内容は、大麦粉、ワイン、蜜蝋、油、塩、およびパギロスよりも年上の犠牲獣であった。
φάγιλον δὲ φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι.
アリストテレスによれば、パギロスとは子羊のことであるという。
τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμειξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου.
そしてテレマコスは、エウマイオスの一派を解放して市民の間に加え、コリアダイの家系はエウマイオスに由来し、ブーコリダイの家系はピロイティオスに由来する。
§15τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;
ロクリス人の間における「木製の犬」とは何か。
Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς·
アムピクテュオンの息子ピュスキオスの子供がロクロスであった。
ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς.
そしてロクロスとカビュエからオプースが生まれた。
πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο.
父は彼と不和になり、多くの市民を連れて植民地について神託を求めた。
τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον.
神が「木製の犬に噛まれることがたまたまあるような場所に都市を建てるように」と言ったので、彼がもう一方の海へと渡っていくとき、野薔薇を踏みつけた。
ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον καὶ Οἰάνθειαν, καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν.
その傷に悩まされ、彼はそこに数日間とどまり、その間にその土地を調査して、ピュスコスとオイアンテイア、およびオゾライ・ロクリス人と呼ばれる人々が入植したその他の都市を建設した。
Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ.
オゾライ・ロクリス人がそう呼ばれるのは、一説にはネッソス、他説には竜ピュトンのためであると言われており、彼らは海によって打ち上げられ、ロクリス人の土地で腐敗したのだという。
τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις.
またある人々は、その人々が羊皮や山羊皮を身にまとい、その大半を山羊の群れとともに過ごしていたために、悪臭を放つようになったのだと言う。
ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς·
しかし一部の人々は、それとは逆に、その土地が花に富んでいることから、その芳香に由来してその名を得たのだと言い、アンピッサのアルキュタスもその一人である。
γέγραφε γὰρ οὕτω "τὰν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν. "
というのも、彼はこのように書いているからである。 ¦295a 「ブドウの冠を戴き、芳香漂う、愛すべきマキュナよ」

語釈・文法注

  1. 294aτοῖς μὲν ἂν μεταδῶσι... τοῖς δὲ ἂν λάβωσι... — 関係代名詞(οἵτινες ἂν 等)に代わる「冠詞 + ἄν + 接続法」の構造。条件的な一般化(「もし〜する者がいれば、その者は…」)を表す。また、後続する `ἀποβαλεῖν` と `καθέξειν` は、先行する `γενομένου χρησμοῦ` の内容を示す対格不定詞で、この与格句が意味上の主語として機能している。
  2. 294eὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης — 「τυγχάνω + 分詞」(たまたま〜する、〜することになる)の構文。接続法 `τύχῃ` にアオリスト受動分詞 `δηχθείς`(δάκνω「噛む」の分詞)が伴い、関係副詞 `ὅπουπερ ἂν` とともに一般的・仮定的な場所を表す。「木製の犬に噛まれることになるまさにその場所に」の意。

この箇所を引用する

プルタルコス, ギリシア習俗問答 §13-15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:13-15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。