§16τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;
メガラ人によって「アプラブローマ」と呼ばれるものは何か。
Νῖσος, ἀφʼ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως.
ニソス(彼にちなんでニサイアと名付けられたが)は、ボイオティアから王として支配していたが、オンケストスの娘でメガレウスの姉妹であるアブロテを妻に迎えた。 彼女は知性においても優れ、際立って節度のある女性であったようである。
ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι βουλόμενος ἐκέλευε τὰς ἀστὰς φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν
ἀφάβρωμα διʼ
ἐκείνην ὠνόμασε.
彼女が亡くなると、メガラ人たちは自発的に喪に服し、ニソスは彼女の永遠の記憶と名声が確立されることを望んで、市民の女性たちに彼女が着ていた衣裳を身にまとうよう命じ、その衣裳を彼女にちなんで「アプラブローマ」と名付けた。
δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι·
この女性の誉れを神も助けられたようである。
πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.
なぜなら、メガラの女性たちが衣服を変えようと望んだとき、神託によってしばしばそれを妨げたからである。
§17τίς ὁ δορίξενος;
「槍の客」とは誰か。
τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν.
古くは、メガリス地方は村落ごとに住まわれており、市民たちは5つの部分に分割されていた。
ἐκαλοῦντο δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι.
それらはヘライエイス、ピライエイス、メガレイス、キュノスレイエス、トリポディスキオイと呼ばれていた。
τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως διʼ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς.
コリントス人たちが彼らの間に相互の戦争を引き起こしたが(彼らは常にメガリス地方を自らの支配下に置くことを企てていたからである)、それでも寛大さのゆえに、温和に、そして親族のようにして戦った。
τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες, πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε.
というのも、耕作する人々を誰もまったく害さず、捕らえられた人々は定められた身代金を支払うことになっており、捕らえた者は彼らを釈放してそれを受け取ったが、事前にそれを取り立てるのではなく、捕虜をとった者が彼を家に連れて行き、塩と食卓を分け与えてから家に送り返したからである。
ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου
δορίξενος
προσαγορευόμενος·
そこで、身代金を持ってきた者は称賛され、捕らえた者の友人であり続け、戦いによる捕虜の代わりに「槍の客」と呼ばれるようになった。
ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.
しかし、支払わなかった者は、敵の間だけでなく市民の間でも、不義で不誠実な者として悪評を得た。
§18τίς ἡ παλιντοκία;
「再利息徴収」とは何か。
Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τά ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς·
メガラ人たちは僭主テアゲネスを追放した後、しばらくの間は国政において自制を保っていたが、その後、民衆指導者たちが彼らにプラトンの言う多大にして純度の高い自由を注ぎ分けたため、完全に堕落し、他の点でも富裕層に対して横暴に振る舞うようになった。
εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως ἐχρῶντο πᾶσι.
そして貧しい者たちは富裕層の家に入り込み、贅沢にもてなされ食事を提供されることを要求し、もしそれが得られなければ、暴力と侮辱をもってすべての者にあたった。
τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον,
παλιντοκίαν τὸ
γινόμενον προσαγορεύσαντες.
そしてついには決議を採択し、債権者たちからすでに支払っていた利息を取り戻し、この行いを「再利息徴収」と呼んだ。
§19τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
"πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ʼ"
ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;
ピュティアが ¦295e 「澱のあるワインを飲め、お前はアンテドンに住んでいるのではないのだから」と言ったアンテドンとは誰か。 なぜなら、ボイオティアのそれはワインが豊富ではないわけではない(=非常に豊富である)ではないか。
Τὴν Καλαύρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν.
カラウレイアは、古くはエイレネと呼ばれていたが、それはポセイドンとアルペイオスの娘メランテイアとの間に生まれたと言い伝えられる女性エイレネにちなんでいる。
ὕστερον δὲ τῶν περὶ Ἄνθον καὶ Ὑπέραν αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον.
後に、アントスやヒュペラの一派がそこに居住するようになると、彼らはその島をアンテドニアおよびヒュペレイアと呼んだ。
εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
"
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες.
アリストテレスが言うには、その神託は次のようなものであった。 "澱のあるワインを飲め、お前はアンテドンに住んでいるのではないのだから、聖なるヒュペラにも。 そこでお前は澱のないワインを飲んでいたのだから。
"
ταῦτα μὲν ὁ Ἀριστοτέλης.
"これらはアリストテレスの説である。
ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος.
しかしムナシゲイトンが言うには、ヒュペラの兄弟であるアントスはまだ幼いころに行方不明になり、ヒュペラは彼を捜し求めてさまよった末に、フェライのアカストスのもとへやって来た。 そこでは偶然にも、アントスがワインを注ぐ役目を与えられて奴隷として仕えていた。
ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
"πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.
そこで彼らが宴会をしていたとき、その少年は姉に杯を差し出すと、彼女に気づき、静かにこう言った。 「澱のあるワインを飲め、お前はアンテドンに住んでいるのではないのだから。
" §20τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;
」プリエネにおいて「樫の木の傍らの闇」と呼ばれるものは何か。
Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν·
サモス人とプリエネ人たちは互いに戦い、他の点では中程度に被害を受け、また与えていたが、大戦闘が起こったとき、プリエネ人たちはサモス人を1000人殺害した。
ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν·
しかしその7年後、彼らは「樫の木」と呼ばれる場所の傍らでミレトス人たちと交戦し、最も優れた、かつ主導的な市民たちをほぼ一挙に失った。
ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε.
このとき、賢者ビアスがプリエネからサモスへの使節を務め、名声を得た。
ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων
ὁ παρὰ δρυῒ σκότος
διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.
プリエネの女性たちにとって、この苦難は残酷であり、その惨禍は哀れなものであったため、最も重大な事柄に関する呪いと誓いとして、 ¦296b 「樫の木の傍らの闇」という言葉が定着した。 なぜなら、彼女たちの子供、父親、そして夫たちがそこで虐殺されたからである。