← プルタルコス

ギリシア習俗問答

§13-15

物乞いの肉とコリアダイ家と木製の犬の神託

アイニアネス人の「物乞いの肉」の儀礼と移住、イタカにおけるコリアダイ家系の起源と賠償、およびロクリス人の「木製の犬」の神託とオゾライという名称の由来が語られます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι; πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν τῆς Μολοττίας τὴν περὶ τὸν Αὔαν χώραν; κατέσχον, ὅθεν ὠνομάσθησαν Παραυαῖοι.; μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρᾳ καταλεύσαντες Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δὲ ἂν λάβωσι1 παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ καταφανὴς ἦν ἠγαπηκὼς τὸ δῶρον ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας. οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθʼ ἑκατόμβης. ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον· ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. ὅταν δὲ τῷ Ἀπόλλωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ πτωχικὸν κρέας ἐπονομάζουσι.

アイニアネス人の間における「物乞いの肉」とは何か。 アイニアネス人には複数の移住の歴史があった。というのも、最初に彼らはドティオン平原の周辺に住んでいたが、ラピタイ人によってアイティケスへと追い払われたからである。そこから彼らはモロッティアのアウアス川周辺の土地を占拠し、そこから彼らはパラウアイオイと名付けられた。その後、彼らはキラを占拠した。キラにおいて、神の命令により、彼らが王オイノクロスを石打ちにして殺した後、彼らは、イナキオス人やアカイア人によって住まわれていたイナコス川周辺の土地へと下っていった。そのとき、「土地を分け与える者たちはそのすべてを失い、自発的に与える者たちから受け取る者たちはそれを確保するであろう」という神託が下った。そこで、アイニアネス人の著名な男テモンが、襤褸を身にまとい、物乞い袋を携えて、物乞いであるかのようにしてイナキオス人たちのもとへやって来た。そして王が侮辱と嘲笑のために土塊を彼に差し出すと、彼はそれを受け取って袋に入れた。そして彼はその贈り物を喜んでいることが明らかであった。なぜなら、それ以上何も求めずにすぐに立ち去ったからである。長老たちは驚いて神託を思い出し、王のところへ行って、あの男を軽んじたり手放したりしてはならないと言った。そこでテモンは彼らの意図に気づき、逃げ出そうとし、アポロンに百頭の生け贄を捧げることを誓って逃げ切った。 このことから王たちが一騎打ちをすることになり、アイニアネス人の王ペミオスは、イナキオス人の王ヒュペロコスが犬を連れて自分に向かってくるのを見て、「二人目の戦い手を伴うのは不当である」と言った。ヒュペロコスが犬を追い払おうと後ろを振り向いたとき、ペミオスは石を投げつけて彼を殺した。こうして土地を手に入れ、イナキオス人をアカイア人とともに追い出すと、彼らはその石を聖なるものとして崇め、それに犠牲を捧げ、犠牲獣の脂肪でそれを覆うのである。そして彼らがアポロンに百頭の生け贄を捧げるとき、ゼウスに雄牛を捧げた上で、テモンの子孫に特別な分け前を分配し、それを「物乞いの肉」と名付けている。

§14

τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος; τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθʼ ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους. ἦν δὲ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα φαγίλων· φάγιλον δὲ φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμειξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου.

イタカ人の間における「コリアダイ」とは誰のことであり、また「パギロス」とは何か。 オデュッセウスに対して、求婚者たちの殺害の後、死者たちの親族が反乱を起こした。両者によって調停者として招かれたネオプトレモスは、オデュッセウスに対しては、流血の罪のためにケパレニア、ザキュントス、イタカから立ち去り亡命することを命じ、求婚者たちの仲間や親族に対しては、オデュッセウスの家に対する不法行為の償いとして、毎年賠償を支払うことを命じた。彼自身はイタリアへと移住したが、その賠償を息子に捧げるよう定め、イタカ人にそれを支払うよう命じた。その内容は、大麦粉、ワイン、蜜蝋、油、塩、およびパギロスよりも年上の犠牲獣であった。アリストテレスによれば、パギロスとは子羊のことであるという。そしてテレマコスは、エウマイオスの一派を解放して市民の間に加え、コリアダイの家系はエウマイオスに由来し、ブーコリダイの家系はピロイティオスに由来する。

§15

τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς; Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης,2 ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον καὶ Οἰάνθειαν, καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ. τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω "τὰν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν."

ロクリス人の間における「木製の犬」とは何か。 アムピクテュオンの息子ピュスキオスの子供がロクロスであった。そしてロクロスとカビュエからオプースが生まれた。父は彼と不和になり、多くの市民を連れて植民地について神託を求めた。神が「木製の犬に噛まれることがたまたまあるような場所に都市を建てるように」と言ったので、彼がもう一方の海へと渡っていくとき、野薔薇を踏みつけた。その傷に悩まされ、彼はそこに数日間とどまり、その間にその土地を調査して、ピュスコスとオイアンテイア、およびオゾライ・ロクリス人と呼ばれる人々が入植したその他の都市を建設した。 オゾライ・ロクリス人がそう呼ばれるのは、一説にはネッソス、他説には竜ピュトンのためであると言われており、彼らは海によって打ち上げられ、ロクリス人の土地で腐敗したのだという。またある人々は、その人々が羊皮や山羊皮を身にまとい、その大半を山羊の群れとともに過ごしていたために、悪臭を放つようになったのだと言う。しかし一部の人々は、それとは逆に、その土地が花に富んでいることから、その芳香に由来してその名を得たのだと言い、アンピッサのアルキュタスもその一人である。というのも、彼はこのように書いているからである。 「ブドウの冠を戴き、芳香漂う、愛すべきマキュナよ」

構文注2 件
  1. 294aτοῖς μὲν ἂν μεταδῶσι... τοῖς δὲ ἂν λάβωσι...

    関係代名詞(οἵτινες ἂν 等)に代わる「冠詞 + ἄν + 接続法」の構造。条件的な一般化(「もし〜する者がいれば、その者は…」)を表す。また、後続する ἀποβαλεῖν と καθέξειν は、先行する γενομένου χρησμοῦ の内容を示す対格不定詞で、この与格句が意味上の主語として機能している。

  2. 294eὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης

    「τυγχάνω + 分詞」(たまたま〜する、〜することになる)の構文。接続法 τύχῃ にアオリスト受動分詞 δηχθείς(δάκνω「噛む」の分詞)が伴い、関係副詞 ὅπουπερ ἂν とともに一般的・仮定的な場所を表す。「木製の犬に噛まれることになるまさにその場所に」の意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:13-15