§13τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι;
埃尼阿内斯人中的“乞丐肉”是什么?
πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις.
埃尼阿内斯人曾经历过多次迁徙。
πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας.
最初,他们居住在多提翁平原周围,后被拉皮泰人驱逐至埃提克斯。
ἐκεῖθεν τῆς Μολοττίας τὴν περὶ τὸν Αὔαν χώραν; κατέσχον, ὅθεν ὠνομάσθησαν Παραυαῖοι.
从那里,他们占领了摩罗西亚阿瓦斯河周围的土地,并因此被称为帕拉瓦伊人。
; μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρᾳ καταλεύσαντες Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν.
此后,他们占领了基拉;在基拉,他们遵照神的指示用石头打死了国王奥伊诺克洛斯,随后下到伊纳科斯河周围的土地,那里当时由伊纳科斯人和阿卡亚人居住。
γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δὲ ἂν λάβωσι παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ καταφανὴς ἦν ἠγαπηκὼς τὸ δῶρον ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας.
当时有神谕说,分享土地的人将失去全部土地,而从自愿赠予者手中获得土地的人将保有它。 于是,埃尼阿内斯人中名声显赫的泰蒙身穿破衣,携带乞丐袋,装作乞丐的样子来到伊纳科斯人那里;国王为了侮辱和嘲笑他,递给他一块泥土,泰蒙接受并将其装入袋中,显然对这件礼物感到十分高兴,因为他没有再乞求任何东西就立刻离开了。
οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον.
长老们对此感到惊异,想起了神谕,便去向国王建议,不要轻视也不要放走这个人。
αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθʼ ἑκατόμβης.
泰蒙察觉到了他们的意图,急忙逃跑,并在向阿波罗许愿献祭百头牲畜后成功逃脱。
ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον·
此后,国王们进行决斗,埃尼阿内斯人的国王费米奥斯看到伊纳科斯人的国王许佩罗科斯带着一条狗向他走来,便说他这样做是不公正的,带了第二个战斗者。
ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ.
当许佩罗科斯转身驱赶狗时,费米奥斯用石头砸死了他。
κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν.
他们夺取了这片土地,将伊纳科斯人和阿卡亚人一同驱逐,并将那块石头奉为神圣,向其献祭,并用祭牲的脂肪将其包裹。
ὅταν δὲ τῷ Ἀπόλλωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ
πτωχικὸν κρέας
ἐπονομάζουσι.
当他们向阿波罗献祭百头牲畜时,在向宙斯献祭公牛之后,他们会分给泰蒙的后代一份特别的祭肉,并称之为“乞丐肉”。
§14τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος; ;
伊萨卡人中的“科里亚代”是谁,“法吉洛斯”又是什么?
τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθʼ ἕκαστον ἐνιαυτόν.
在求婚者被杀之后,死者的亲属起兵反抗奥德修斯;被双方请来担任调停人的尼奥普托勒莫斯判决奥德修斯因流血之罪必须迁徙并逃离克法莱尼亚、扎金索斯和伊萨卡,而求婚者的同伴和亲属则必须每年向奥德修斯赔偿其对王室造成的损害。
αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐν ἐκέλευσε τοὺς Ἰθακησίους.
奥德修斯本人迁往意大利;但他将这笔赔偿指定给他的儿子,并命令伊萨卡人进行支付。
ἦν δὲ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα
φαγίλων· φάγιλον δὲ
φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι.
赔偿包括大麦粉、葡萄酒、蜂巢、油、盐以及比“法吉洛斯”年岁更大的祭牲;亚里士多德说,“法吉洛斯”是指羔羊。
τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμειξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου.
特勒马科斯释放了欧麦乌斯身边的人,并将他们混入公民之中,科里亚代家族源自欧麦乌斯,而布科里代家族源自菲洛伊提乌斯。
§15τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;
洛克里人中的“木狗”是什么?
Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς.
洛克罗斯是阿姆菲克堤翁之子菲斯基乌斯的儿子;洛克罗斯与卡比埃生下了奥普斯。
πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο.
父亲与他发生争执,便带领许多公民就殖民地之事请求神谕。
τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον.
神说,在被“木狗”咬到的地方建立城市,当他跨越到另一片海域时,踩到了野蔷薇。
ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον καὶ Οἰάνθειαν, καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν.
他因伤口痛苦而在那里停留了数日,在此期间他勘察了该地,并建立了菲斯库斯和奥安塞亚,以及其他由被称为奥佐莱洛克里人所居住的城市。
Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ.
关于奥佐莱洛克里人得名的原因,有人说是由于内索斯,也有人说是由于巨蟒皮同,他们被海水冲上岸并在洛克里人的土地上腐烂。
τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις.
但也有人说,是因为这些人穿着羊皮和山羊皮,大部分时间与山羊群在一起,从而变得身上有恶臭。
ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω
"τὰν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν.
相反,另一些人则说是因为该地区百花盛开,因芳香而得名;安菲萨的阿尔库塔斯也是这一观点的持有者,因为他曾这样写道: ¦295a “头戴葡萄冠、芬香四溢、可爱的马库纳。
"
”', free: true },