Humanitext Reader

プルタルコス · 迷信について §4-5

逃れられない神への恐怖と無神論との情念の差

3 / 7 箇所 · ギリシア語

要旨

迷信深い者にとって、神々からの逃避先はどこにもなく、死さえも恐怖からの解放を意味しないことを説明する。一方、無神論は無知による災いであるが、迷信のような病的な情念や狂気は伴わないことを対比する。

§4ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλʼ οὐδεὶς ἐφοβεῖτο τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην.
サモスでは独裁者ポリュクラテスが恐れられ、コリントスではペリアンドロスが恐れられたが、自由で民主的な都市へと移り住んだ者は誰も彼らを恐れなかった。
ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ μεταστῇ ποῖ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλασσαν;
しかし、神々の支配を、冷酷で容赦のない独裁政治のように恐れている者は、どこに移り住み、どこへ逃れ、神のいないどのような土地や、どのような海を見いだせるというのか。
εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας;
おお、哀れな者よ、世界のいかなる場所に潜り込み、自分を隠したなら、神から逃れおおせたと信じられるというのか。
ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον·
奴隷たちにさえ、自由になることを諦めた場合には、転売を要求して、より寛大な主人へと変更することを認める法がある。
ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους τρέμων καὶ δεδοικώς, παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων.
しかし迷信は神々の変更を許さず、また祖先の神々や誕生を司る神々を恐れ、救い手たる神々におののき、穏やかな神々に震え怯える者が、恐れずに済むような神を見いだすことはできない。 それらの神々からこそ、私たちは富、繁栄、平和、和合、最善の言葉と行いの成就を祈り求めるというのに。
εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι " δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς λαβεῖν·
それなのに、この人々は奴隷であることを不運と考え、こう言う。 「男にとっても女にとっても、奴隷となり、気難しい主人を持つことは、耐え難い災いである」と。
" πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους ἀναποδράστους ἀνυποστάτους λαμβάνοντας;
しかし、逃れることも、逃げ出すことも、抵抗することも不可能な主人たちを迎える人々が被る苦痛は、どれほどさらに恐ろしいものだと皆さんは思うか。
ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, θαρροῦσιν·
奴隷には逃げ込める祭壇があり、盗賊にとっても聖域の多くは侵されざる場所であり、敵から逃れる者たちも、神像や神殿にすがれば、不安を取り除く。
ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι.
だが、迷信深い者は、最も恐ろしい事態を恐れる人々がそこに希望を抱くようなまさにそれらの場所を、最もおののき、恐れ、怯えるのである。
μὴ ἀπόσπα τὸν δεισιδαίμονα τῶν ἱερῶν·
迷信深い者を聖域から引き離してはならない。
ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται.
彼はそこでこそ懲らしめられ、処罰されているのだから。
τί δεῖ μακρὰ λέγειν;
なぜ長々と語る必要があろうか。
πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος·
死はすべての人々にとって生の終わりである。
τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων.
しかし、迷信にとっては死さえも終わりではなく、生を超えてその境界を越え、恐怖を生命よりも長引かせ、死に不死のわざわいの観念を結合させ、苦難が止むその時に、決してやまない苦難が始まるかのように思わせる。
ᾍδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες.
冥府の深い門が開き、火の川とステュクスの分流が混ざり合い、恐ろしい姿と悲痛な声を伴う無数の幻影で闇が満たされ、裁判官たち、処刑人たち、そして無数の災いに満ちた深淵や奈落が現れる。
οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.
このように、不幸な迷信は、恐ろしいと思われるあらゆるものに対する過度な警戒によって、知らず知らずのうちに自分自身をありとあらゆる恐怖にさらしている。
§5τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλʼ ἡ μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, ὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν.
無神論にはこれらのうち何一つとして伴わない。 むろんこのような重大な事柄についての無知、見過ごし、盲目は、魂の大きな災いであり、まるで数ある目のうち最も輝かしく最も重要な目である「神への認識」が消されてしまっているかのようである。
ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρηται, καὶ ἑλκῶδες καὶ ταρακτικὸν καὶ καταδεδουλωμένον εὐθὺς πρόσεστι τῇ δόξῃ.
しかし、この意見には、すでに述べられたように、情念に満ち、傷つきやすく、混乱を引き起こし、奴隷化された性質がただちに伴っている。
μουσικήν φησιν ὁ Πλάτων ἐμμελείας καὶ εὐρυθμίας δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων δοθῆναι, ἀλλʼ ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ πεπλανημένον ἐν σώματι, μούσης τε καὶ χάριτος ἐνδείᾳ πολλαχῇ διʼ ἀκολασίαν καὶ πλημμέλειαν ἐξυβρίζον, αὖθις εἰς τάξιν ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστᾶν.
プラトンが言うには、調べとリズムを創り出す音楽は、贅沢や耳の快楽のために神々から人間に与えられたのではなく、肉体の中で、ミューズや優美さの欠如により、また放縦や不調和によってしばしば暴走し混乱し彷徨っている魂の軌道と調和を、再び本来の秩序へと整え、回帰させるために与えられたのである。
" ὅσσα δὲ μὴ πεφίληκε Ζεύς (φησὶ Πίνδαρος) ἀτύζονται βοὰν Πιερίδων ἀίοντα·
「ゼウスが愛さなかったすべてのものは(とピンダロスは言う)、ピエリアの女神たちの歌声を聞くと恐れおののく」実際、それらは凶暴化し憤慨する。
" καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς διασπᾶν.
トラも周囲で太鼓を鳴らされると発狂し、混乱し、最後には自らを引き裂くと言われている。
ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια πρὸς μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν.
それゆえ、耳が聞こえないことや聴覚の障害のために、音楽に対する無感動や無感覚が生じている人々の方が、被る害悪はより少ない。
ὁ Τειρεσίας ἐχρῆτο δυστυχίᾳ μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δʼ Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες ὡς λέοντας καὶ ἐλάφους·
テイレイシアスは我が子らも親しい人々も見えないという不幸を被っていたが、アタマスやアガウエは、彼らをライオンや鹿とみなして見ていたため、さらに大きな不幸を被っていた。
καὶ τῷ Ἡρακλεῖ δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτʼ ἰδεῖν μήτʼ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς πολεμίοις.
そして狂気に陥ったヘラクレスにとっても、その場にいる息子たちを見ず、気づかないことの方が、最愛の者たちを敵として扱うよりは、確かに有益であった。

語釈・文法注

  1. 166dὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος — ὁ ... φοβούμενος が主節の主語であり、これに続く ποῖ μεταστῇ 以下は熟慮の接続法(deliberative subjunctive)を用いた疑問節となる。この構造により、迷信深い者にとって逃避がいかに不可能であるかが強調されている。
  2. 166eὧν αἰτούμεθα πλοῦτον — 関係代名詞 ὧν の先行詞は直前の「救い手」や「穏やかな神々」。動詞 αἰτούμεθα(中動態、「〜を求める」)は属格の παρ' ὧν(神々から)と直接目的語である対格 πλοῦτον... を取り、いわゆる二重の対象を表現している。
  3. 167bὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον ... ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν — 属格独立構文(genitive absolute)であり、分詞 ἀπεσβεσμένης は先行する女性属格名詞 ψυχῆς に一致する。また、中・受動態分詞 ἀπεσβεσμένης は、行為の対象(「奪われたもの」)として対格 τὴν τοῦ θεοῦ νόησιν(神への認識)を取る。

この箇所を引用する

プルタルコス, 迷信について §4-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:4-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。