Humanitext Reader

プルタルコス · 迷信について §3

迷信が生む恐怖と睡眠すら奪われる苦痛

2 / 7 箇所 · ギリシア語

要旨

感情の中で最も無力で理性を麻痺させる「恐怖」が、特に「迷信」において顕著に現れることを説明し、睡眠中であっても悪夢に苦しみ続け、目が覚めても奇怪な儀式に走る迷信深い者の哀れさを、他人の喜劇やヘラクレイトスの言葉を引いて描き出す。

§3αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται.
確かに魂のすべての病気や感情は恥ずべきものであるが、それらの中には、軽薄さゆえではあるが、高慢さ、高潔さ、高揚した気分がなおも含まれているものもあり、言うなれば、活動的な衝動を全く奪われていない。
ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει καὶ συντείνει τὸν λογισμόν.
しかし、あらゆる感情に共通する非難すべき点は、行為への衝動によって無理やり理性を急がせ緊張させることである。
μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον.
ただ、恐怖だけは、理性と同じくらい勇気を欠いているため、その不条理の中に、無活動で、途方に暮れ、なすすべのない状態を抱えている。
ᾗ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται.
それゆえ、魂を縛り上げると同時に混乱させるものとしてのその性質から、「デイマ(恐怖)」や「タルボス(おののき)」とも名付けられている。
φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας.
あらゆる恐怖の中で、最も無活動で途方に暮れさせるのは、迷信の恐怖である。
οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν·
航海しない者は海を恐れず、従軍しない者は戦争を恐れない。 また、家に留まる者は盗賊を恐れず、貧しい者は密告者を恐れず、私人は羨望を恐れない。 ガラティアにいる者は地震を恐れず、エチオピアにいる者は落雷を恐れない。
ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε, γῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον.
しかし、神々を恐れる者はあらゆるものを恐れる。 大地、海、空気、天、闇、光、不吉な噂、沈黙、夢を。
οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται·
奴隷たちは眠っている間は主人のことを忘れ、足枷をはめられた者たちには睡眠が絆を和らげ、傷口の炎症や、肉を蝕む激しい潰瘍、激痛も、眠っている者たちからは立ち去る。
" ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε. " τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ), ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν.
"おお、愛おしい眠りの魔法よ、病の救い手よ、お前は実に時宜を得て、優しく私を訪れてくれた "迷信はこのように言うことを許さない(なぜなら、迷信だけは睡眠と休戦条約を結ばず、神に関する辛く重苦しい意見を退けて、魂が一度だけでも息を吹き返し、勇気を取り戻すことを決して許さないからである)。 それどころか、迷信は、迷信深い者たちの睡眠をまるで不敬な者たちの場所であるかのように扱い、恐ろしい幻影や怪物のような亡霊、一種の復讐の女神たちを呼び起こし、かき乱して、哀れな魂を夢によって眠りから追い出し、その魂を他人に鞭打たれ懲らしめられるかのように自分自身によって鞭打ち懲らしめ、恐ろしくて奇怪な命令を受け取らせるのである。
εἶτʼ ἐξαναστάντες οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας " ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ, χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω, " τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον.
そして、彼らは起き上がっても、軽蔑することも笑い飛ばすこともしないし、自分たちを乱したものの何一つとして真実ではなかったことに気づきもしない。 むしろ、それ自体には何ら害悪のない欺きの影を逃れようとして、目が覚めているときにも自分自身を欺き、消耗させ、混乱させ、以下のように語る托鉢行者や魔術師たちの手に落ちてしまう。 "夢の中の幻影を恐れるか、あるいは大地の女神ヘカテの狂乱の一団を迎え入れたのなら、 "「清めの儀式を行う老婆を呼び、自分を海で洗い清め、地面に座って一日を過ごしなさい」と。
"ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά" τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς, ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις.
「おお、ギリシア人たちよ、迷信によって野蛮な害悪を見出だしたものよ! 」泥を塗ること、泥にまみれること、水に浸かること、うつ伏せに身を投げること、見苦しく座り込むこと、奇怪な平伏礼拝。
δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν σῴζειν δοκοῦντες·
伝統的な音楽を守ろうとする人々は、キタラ弾きたちに「正しい口元で」歌うよう命じた。
ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν εἰς τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας.
それなのに、私たちは神々に対して、まっすぐで正しい口元で祈ることを求めず、一方で犠牲獣の内臓の「舌」が清くまっすぐであるかどうかを調べながら、自分自身の舌を歪め、不条理な名や野蛮な言葉で汚し、敬神の神聖で伝統ある尊厳を辱め、それに背いているのである。
ἀλλʼ ὅ γε κωμικὸς οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας " ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς; " ἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον ἀποδρᾶναι μὴ δυναμένης;
しかし、喜劇作家が、寝台に金や銀をちりばめる者たちに向かって、どこかで小気味よく言った通りである。 "神々が私たちにただで与えてくれた唯一のもの、それが睡眠なのに、なぜお前はそれを自分にとって贅沢なものにするのか "迷信深い者に対しても、こう言うことができる。 神々は私たちに、悪しきことの忘却と休息として睡眠を与えてくださったのに、なぜお前はそれを、自分にとって絶え間なく苦痛な処刑場にするのか。 哀れな魂が、別の睡眠へと逃れることもできないというのに。
ὁ Ἡράκλειτός φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι.
ヘラクレイトスは、目覚めている者たちには唯一の共通の世界があるが、眠っている者たちはそれぞれが自分だけの世界に赴くと述べている。
τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ ἴδιός ἐστι κόσμος·
しかし、迷信深い者には、共通の世界も、自分だけの世界も存在しない。
οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις.
なぜなら、彼は目覚めているときにも知性を用いず、眠っているときにも自分を乱すものから解放されないからである。 むしろ、彼の理性は夢を見ており、彼の恐怖は常に目覚めている。 逃げ道も、居場所を変えることもできない。

語釈・文法注

  1. 165dτὸ ἀλόγιστον — 動詞 `ἔχει` の直接目的語であり、先行する形容詞 `ἄπρακτον καὶ ἄπορον καὶ ἀμήχανον`(無活動で、途方に暮れ、なすすべのない)がその述語的修飾語として機能している。ここでは「恐怖だけが、その理性なき状態(不合理さ)を、なすすべのない状態のままにしておく」という構造。
  2. 165dδεῖμα καὶ τάρβος — プルタルコス特有の民俗語源的な言葉遊び。「恐怖(デイマ)」が魂を「縛るもの(シンデオン)」と同根(√δε-)であり、「おののき(タルボス)」が魂を「乱すもの(タラトトン)」と同根であるとする、音韻の類似に基づいた説明である。
  3. 165fτῷ ὕπνῳ — 接続詞 `ὥσπερ` を伴う前置詞句 `ἐν ἀσεβῶν χώρῳ`(不敬な者たちの場所におけるように)の `χώρῳ` に対し、与格 `τῷ ὕπνῳ`(睡眠において)が同格として並置されている。「不敬な者たちの場所、すなわち睡眠において」という構造であり、睡眠を不敬な者たちの受刑地(冥界)のようにみなしている。
  4. 165fεἶτʼ ἐξαναστάντες — 主語が単数の「迷信深い者(魂)」から、突然、複数分詞 `ἐξαναστάντες`(起きた人々)へとシフトしている。これは概念(迷信深い者たち全体)に基づく「意味による一致(constructio ad sensum)」の例である。

この箇所を引用する

プルタルコス, 迷信について §3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。