Humanitext Reader

普鲁塔克 · 论迷信 §4-5

难逃的神明恐惧与无神论缺乏激情的对比

第 3 段,共 7 段 · 希腊语

内容简介

作者指出,对于迷信者而言,神明无处不在,即使死亡也无法解脱恐惧。相比之下,无神论虽是灵魂的重大不幸与无知,但并不伴随迷信那种病态的激情与疯狂。

§4ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλʼ οὐδεὶς ἐφοβεῖτο τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην.
萨摩斯曾有可怕的独裁者波吕克拉特斯,科林斯曾有佩里安德,但任何人在迁往自由和民主的城邦后,便不再害怕他们。
ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ μεταστῇ ποῖ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλασσαν;
然而,那将神明的统治视为阴郁而无情之专制而恐惧着的人,又能迁往何处,逃往何方,去寻找哪片没有神明的土地,或哪片海洋呢?
εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας;
噢,可怜的人啊,你潜入世界的哪一个角落并隐藏自己,才会相信你已逃离了神明?
ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους τρέμων καὶ δεδοικώς, παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων.
即使是放弃了自由希望的奴隶,法律也允许他们要求转卖,以换一个较为温和的主人;但迷信不容许更换神明,而对于那个惧怕祖宗神与诞生神、对救助者感到战栗、对仁慈者颤抖且畏惧的人来说,他也无法找到任何一个他不感到害怕的神,而我们本是从这些神明那里祈求财富、繁荣、和平、和睦,以及最善言行的引导的。
εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι " δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς λαβεῖν· " πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους ἀναποδράστους ἀνυποστάτους λαμβάνοντας;
接着,这些人将做奴隶视为不幸,并说道:“无论男女,沦为奴隶并遇上严苛的主人,真是一场可怕的灾难;”但你们认为,那些迎来了无法逃避、无法摆脱、无法抵挡之主宰的人,他们所受的痛苦要比这可怕多少倍呢?
ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, θαρροῦσιν· ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι.
对于奴隶来说,有可以逃避的祭坛;对于强盗来说,神殿中也有许多神圣不可侵犯之处;而那些躲避敌人的人,如果抓住了神像或神殿,便会感到安心;但迷信者最感战栗、恐惧和害怕的,偏偏就是这些地方——在其中,那些惧怕最可怕事物的人正寄托着他们的希望。
μὴ ἀπόσπα τὸν δεισιδαίμονα τῶν ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται.
不要把迷信者从神殿拉走;他正是在那里受到惩罚和折磨的。
τί δεῖ μακρὰ λέγειν;
何需赘言?
πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος· τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων.
死亡是所有人生命的终点;但对于迷信而言,甚至死亡也不是终点,而是跨越了生命的边界,使恐惧比生命更长久,并将不死之灾祸的联想与死亡捆绑在一起,并且在世事平息之时,让人觉得那永无止境的痛苦才刚刚开始。
ᾍδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες.
冥府深邃的大门敞开,火河与斯堤克斯河的支流交汇混合,黑暗中充斥着具有多种幻象的幽灵,带着狰狞的容貌和凄惨的声音,还有裁判官、刑役、深渊以及充满无数灾祸的角落。
οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.
如此,不幸的迷信因对一切看似可怕的事物过度防范,反倒在不知不觉中使自己遭受了各种各样的恐惧。
§5τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλʼ ἡ μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, ὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν.
无神论并不带有这些特征,然而,针对如此重大的事物所抱持的无知、视而不见与盲目,的确是灵魂的一大灾难,仿佛在众多的眼睛中,那最明亮、最核心的眼睛——对神明的认识——被熄灭了一般。
ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρηται, καὶ ἑλκῶδες καὶ ταρακτικὸν καὶ καταδεδουλωμένον εὐθὺς πρόσεστι τῇ δόξῃ.
但在(迷信的)这种观念中,正如已经说过的,立刻就伴随着一种充满激情、如溃疡般、令人焦虑且受人奴役的特征。
μουσικήν φησιν ὁ Πλάτων ἐμμελείας καὶ εὐρυθμίας δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων δοθῆναι, ἀλλʼ ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ πεπλανημένον ἐν σώματι, μούσης τε καὶ χάριτος ἐνδείᾳ πολλαχῇ διʼ ἀκολασίαν καὶ πλημμέλειαν ἐξυβρίζον, αὖθις εἰς τάξιν ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστᾶν.
柏拉图说,作为旋律与节奏之创造者的音乐,并非为了奢华和满足耳朵的麻痒而被神明赐予人类,而是为了使灵魂在身体中那些因缺乏缪斯和美惠女神而常常通过放纵与失调而爆发出来的混乱和迷失的运行及和谐,重新通过适宜的引导归于秩序。
" ὅσσα δὲ μὴ πεφίληκε Ζεύς (φησὶ Πίνδαρος) ἀτύζονται βοὰν Πιερίδων ἀίοντα· " καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς διασπᾶν.
“而凡是宙斯所不喜爱的,”宾达说,“听见庇厄里亚女神的歌声,便会惊恐万状;”因为它们确实会变得凶猛且烦躁不安,据说甚至连老虎在周围被擂起战鼓时,也会发狂、焦躁,最终将自己撕碎。
ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια πρὸς μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν.
因此,对于那些因聋哑和听力受损而对音乐产生冷漠和无感的人来说,这反倒是较轻的祸害。
ὁ Τειρεσίας ἐχρῆτο δυστυχίᾳ μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δʼ Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες ὡς λέοντας καὶ ἐλάφους· καὶ τῷ Ἡρακλεῖ δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτʼ ἰδεῖν μήτʼ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς πολεμίοις.
提瑞西阿斯曾承受看不见其子女和同伴的厄运,但阿塔玛斯和阿勾埃所承受的厄运更为沉重,因为他们看着自己的亲人,却把他们当成了狮子和鹿;而对于发疯的赫拉克勒斯来说,既不看见也不察觉身边的儿子们,显然比把最亲爱的人当成敌人对待更为有利。

词汇与语法注释

  1. 166dὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος — 短语 ὁ ... φοβούμενος 为该句主语,其后引导了由熟虑虚拟语气(deliberative subjunctive)构成的直接疑问句(自 ποῖ μεταστῇ 开始)。此句型强调了迷信者无法逃脱神明的绝望处境。
  2. 166eὧν αἰτούμεθα πλοῦτον — 关系代词 ὧν 指代前文提及的神明(拯救者、仁慈者)。动词 αἰτούμεθα(中动语态,“为自己祈求”)配有介词 παρά 连同属格(παρ' ὧν,“从他们那里”),并接宾格直接宾语(πλοῦτον...),表达了祈求的对象与来源。
  3. 167bὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον ... ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν — 此处为属格独立结构(genitive absolute),分词 ἀπεσβεσμένης 与前文提及的女性单数属格名词 ψυχῆς 一致。中/被动分词 ἀπεσβεσμένης 带着对格的 τὴν τοῦ θεοῦ νόησιν(对神明的认识)作为其动作支配的保留宾语或范围对格。

引用这一段

普鲁塔克, 论迷信 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。