§6τί οὖν;
それではどうなのか。
οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος ἔχειν τοιαύτην διαφοράν;
無神論者の状態と迷信深い者の状態との間にも、これと同じような違いがあるとは思われないか。
οἱ μὲν οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ κακοὺς ὑπάρχειν νομίζουσιν·
前者は神々をまったく見ていないが、後者は神々が悪しき存在であるとみなしている。
οἱ μὲν παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες.
前者は見過ごしているが、後者は、好意的なものを恐るべきもの、父親のようなものを独裁的なもの、保護してくれるものを有害なもの、そして親しみ難いものを野蛮で獣じみたものであると考えている。
εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ τοιαῦτα πλάττουσι καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι·
そして彼らは、神々の姿を人型に作る銅職人や石工、蝋細工師を信じ、またそのように形作られ作られた像を拝むのである。
φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ μεγαλοφροσύνης καὶ εὐμενείας καὶ κηδεμονίας.
これに対して、神の尊厳は、親切さ、寛大さ、好意、そして配慮を伴うものであることを証明する哲学者や政治家たちのことは見下している。
περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα.
それゆえ、結果として、前者には、有益なものに対する無感覚と不信が生じ、後者には、有益なものに対する混乱と恐怖が生じている。
καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ ἀγαθόν, ἡ δὲ δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα.
そして総じて言えば、無神論とは、善を理解しないことによる、神的なものに対する無情念であり、迷信とは、善を悪であると邪推することによる、多情念である。
φοβοῦνται τοὺς θεοὺς καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται καὶ καταμέμφονται.
彼らは神々を恐れながらも神々のもとに逃げ込み、へつらいながらも悪口を言い、祈り求めながらも非難する。
κοινὸν ἀνθρώπων τὸ μὴ πάντα διευτυχεῖν·
常にすべてにおいて幸運であるとは限らないのは、人間にとって共通のことである。
"
κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι
πόνων τʼ ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος,
"
ὁ Πίνδαρός φησι, τὰ δʼ ἀνθρώπινα πάθη καὶ πράγματα μέμικται συντυχίαις ἄλλοτʼ ἄλλως ῥεούσαις.
「なぜなら、かの者たちは、病もなく、老いることもなく、労苦を知らず、アケロンの重々しく鳴り響く渡し場から逃れているのだから」とピンダロスは言っているが、人間の情念や出来事は、時として様々に流転する偶然の出来事と混ざり合っている。
§7φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν διάθεσιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ πορίζοντος αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδʼ ἐκ προνοίας ἀλλὰ πάντα συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται τὰ τῶν ἀνθρώπων.
さあ、まずは望まない事態において、無神論者を観察し、その心のありようを理解してみるがよい。 もし彼が他の点において節度ある者であれば、現在の状況に沈黙をもって耐え、自らに助けと慰めをもたらそうとする。 しかし、もし彼が不満を抱き過度に感情を昂ぶらせるとしても、その嘆きのすべてを運命や偶然のせいにして、人間の出来事は正義や摂理に従ってではなく、すべて混濁し無秩序に流され混乱しているのだ、と叫ぶだけである。
τοῦ δὲ δεισιδαίμονος οὐχ οὗτος ὁ τρόπος, ἀλλʼ εἰ καὶ μικρότατον αὐτῷ κακόν τι συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ παντὶ στεναγμῷ καθαπτόμενος·
しかし、迷信深い者のありようは、これとは異なる。 たとえ極めて小さな悪いことが生じただけであっても、彼は、その悲しみに加えて、厄介で重大かつ取り除きがたい他の情念をその上に築き上げ、自分自身にさらなる恐怖や恐れ、疑心、混乱を注ぎ込み、あらゆる悲嘆とあらゆるため息をもって不平を鳴らす。
οὔτε γὰρ ἄνθρωπον οὔτε τύχην οὔτε καιρὸν οὔτε ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν αἰτιᾶται, κἀκεῖθεν ἐπʼ αὐτὸν ἥκειν καὶ φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως διʼ αὑτὸν οἴεται.
なぜなら、彼は人間も運命も、時機も、また自分自身も責めることはせず、あらゆることの原因を神に求めるからである。 そして、そこから破滅の神的な奔流が自分に向かって流れ込み、襲いかかっているのだと言い、自分は単に不運なのではなく、神に憎まれた人間として神々によって懲らしめられ、罰を受け、自らのせいでふさわしいあらゆる苦痛を被っているのだと考えている。
νοσῶν θʼ ὁ ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον ἢ διαβολαῖς πρὸς ἡγεμόνα τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ αὑτὸν σκοπεῖ
"πῆ παρέβην;
また、無神論者は病気になると、自らの暴飲暴食や、過度の飲酒、食生活の不摂生、あるいは過度の疲労、気候や場所の異常な変化などを考慮に入れ、思い起こす。 さらに、国政において挫折し、群衆の前で不名誉を被ったり、支配者に対する中傷に巻き込まれたりしたときにも、自分自身や自分の周囲の人々にその原因を求め、「私はどこで道を踏み外したか。
τί δʼ ἔρεξα;
私は何をなしたか。
τί μοι δέον οὐκ ἐτελέσθη;
私になすべきことで、果たされなかったことは何か」と。
"
τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα καὶ χρημάτων ἀποβολὴ καὶ τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται.
しかし、迷信深い者にとっては、身体のいかなる病気も、財産の喪失も、子供たちの死も、政治活動における不運や失敗もすべて、神からの打撃であり、悪霊の襲撃であると言われる。
ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδʼ ἀντιτάττεσθαι, μὴ δόξῃ θεομαχεῖν καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλʼ ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος.
そのため、彼は助けを求めることも、起きた事態を解決することも、治療することも、対抗することもあえてしない。 罰せられている最中に、神に逆らって戦い抵抗していると思われるのを恐れるからである。 こうして、病人のもとからは医師が追い出され、嘆き悲しんでいる者の家からは、諭し慰めてくれる哲学者が閉め出される。
ἔα με
φησὶν
ἄνθρωπε διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι μεμισημένον.
「お前、私に罰を受けさせてくれ」と彼は言う。 「不信心で、呪われており、神々とダイモーンたちに憎まれているこの私に」と。
ἔστιν ἀνθρώπου μὴ πεπεισμένου θεοὺς εἶναι λυπουμένου δʼ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον·
神々が存在すると信じておらず、ただ他のことで悲しみ感情を昂ぶらせている人であっても、涙を拭い、髪を切り、衣を脱ぎ捨てることはできる。
τὸν δὲ δεισιδαίμονα πῶς ἂν προσείποις ἢ ποῦ βοηθήσεις;
しかし、迷信深い者に対しては、どのように声をかけ、どのように助けの手を差し伸べたらよいのだろうか。
ἔξω κάθηται σακκίον ἔχων, καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς πολλάκις δὲ γυμνὸς ἐν πηλῷ κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε φαγόντος ἢ πιόντος ἢ βαδίσαντος ὁδὸν ἣν οὐκ εἴα τὸ δαιμόνιον.
彼は粗布を身にまとって屋外に座り、汚れたぼろ布を腰に巻き、しばしば泥の中で裸で転げ回りながら、自らの何らかの過ちや不調和を告白する。 これこれを食べたから、あるいは飲んだから、あるいはダイモーンが許さなかった道を歩いたから、というように。
ἂν δʼ ἄριστα πράττῃ καὶ συνῇ πράῳ δεισιδαιμονίᾳ, περιθειούμενος οἴκοι κάθηται καὶ περιματτόμενος, αἱ δὲ γρᾶες
καθάπερ παττάλῳ
φησὶν ὁ Βίων
ὅ τι ἂν τύχωσιν αὐτῷ περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι
また、彼が最善の状態にあり、穏やかな迷信とともに暮らしているときでさえ、家の中で香を焚かれ、拭い清められながら座っている。 そして老婆たちは「まるで釘にでもあるかのように」とビオンが言うように、手に入ったあらゆる魔除けを持ってきては彼に結びつけ、ぶら下げるのである。