← プルタルコス

迷信について

§3

迷信が生む恐怖と睡眠すら奪われる苦痛

感情の中で最も無力で理性を麻痺させる「恐怖」が、特に「迷信」において顕著に現れることを説明し、睡眠中であっても悪夢に苦しみ続け、目が覚めても奇怪な儀式に走る迷信深い者の哀れさを、他人の喜劇やヘラクレイトスの言葉を引いて描き出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται. ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει καὶ συντείνει τὸν λογισμόν. μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον.1 ᾗ καὶ δεῖμα καὶ τάρβος2 αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται. φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας. οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε, γῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον. οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται· "ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε." τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ), ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ3 τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. εἶτʼ ἐξαναστάντες4 οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας "ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ, χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω," τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον. "ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά" τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς, ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις. δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν σῴζειν δοκοῦντες· ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν εἰς τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας. ἀλλʼ ὅ γε κωμικὸς οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας "ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;" ἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον ἀποδρᾶναι μὴ δυναμένης; ὁ Ἡράκλειτός φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι. τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ ἴδιός ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις.

魂のあらゆる病や情念は確かに恥ずべきものであるが、それらのうちあるものには、軽薄さゆえとはいえ、誇らしげで高邁かつ気高いところがなお備わっており、いわば何一つとして活動的な衝動を奪われてはいない。しかし、あらゆる情念に対する共通の非難はまさにこれであり、すなわち実践的な衝動によって駆り立てられ、理性を促し立てて緊張させるということである。だが恐れだけは、理性と同じく勇気をも欠いており、その無分別さの中になす術がなく、途方に暮れ、手の施しようのない状態を宿している。それゆえに、魂を同時に縛り上げかつ掻き乱すその働きから、デイマやタルボスとも名付けられたのである。そしてあらゆる恐れの中で最もなすすべがなく、最も途方に暮れさせるのが迷信の恐れである。航海しない者は海を恐れず、従軍しない者は戦争を恐れない。家に籠もる者は強盗を恐れず、貧者は誣告者を恐れず、一私人たる者は嫉妬を恐れず、ガラティアに住む者は地震を恐れず、エチオピアに住む者は落雷を恐れない。だが神々を恐れる者はあらゆるものを恐れる。大地、海、大気、天空、暗闇、光、不吉な知らせ、沈黙、夢を。奴隷たちも眠っている間は主人を忘れ、足枷をはめられた者たちには眠りがその枷を軽くし、傷のまわりの炎症や肉を食い荒らす獰猛な潰瘍、そして激しい激痛も、眠っている者たちからは退く。 "おお、病の救い手たる、眠りの愛しき慰めよ、 まことに要なるとき、甘美にも我がもとに来たりぬ。" 迷信はこのように言うことを許さない(というのも、迷信だけが眠りと休戦を結ばず、神についての苦々しく重苦しい思い込みを退けて、魂が一息ついて勇気を取り戻すことさえ決して許さないからである)。それどころか、迷信深き者たちの眠りをあたかも不敬な者たちの受刑の場であるかのように見なし、身の毛もよだつ幻影や奇怪な妖怪、そして復讐の神々のごときものを呼び起こして、その哀れな魂を翻弄し、夢によって眠りから追い立てる。その魂は、他人に懲らしめられるかのごとく自らに鞭打たれ懲らしめられ、恐ろしく異様な命令を下されるのである。そして起き上がった後も、彼らはそれらを蔑んだり笑い飛ばしたりせず、自分たちを不安に陥れたもののうち何一つ本物ではなかったことに気づきもしない。むしろ、何の実害もない錯覚の影から逃れようとして、目覚めているときにも自らを欺き、すり減らし、不安に陥れ、次のように語る乞食托鉢僧や呪術師の手中に落ちるのである。 "されど、もし汝が夢の中の幻影を恐れ、 地下のヘカテの狂乱の一隊を迎え入れたなら、" 「拭い清めの老婆を呼び寄せ、自らの身を海に沈め、地面に座り込んで一日を過ごすがよい。」「おお、迷信によって野蛮な悪弊を考え出したギリシア人たちよ!」泥を塗り、汚泥にまみれ、水に浸かり、顔から身を投げ出し、恥ずべき格好でうずくまり、奇怪な平伏礼をすることよ。伝統的な音楽を守ろうとする者たちは、キタラ弾き歌いの者たちに「正しき口」で歌うよう命じた。それに対して私たちは、まっすぐで正しい口をもって神々に祈るべきであり、犠牲獣の内臓の舌が清らかでまっすぐであるかどうかを調べる一方で、奇怪な名前や野蛮な言葉で自分自身の舌を歪め汚すことによって、敬虔さの神聖で先祖伝来の尊厳を辱め、冒涜してはならないと考える。しかし、かの喜劇詩人が寝台を金で覆い銀を被せる者たちに向かって、どこかで巧みに語った通りである。 "神々が我らに無償で授けてくださった唯一のもの、 それが眠りであるのに、汝はなぜこれを己にとって贅沢なものにするのか。" そして迷信深き者に対しても次のように言うことができる。「神々は我らに苦難の忘却と休息として眠りを与えてくださったのに、汝はなぜこれを己にとって絶え間なく苦痛に満ちた懲罰の場とするのか。哀れな魂が別の眠りへと逃れることもできないというのに。」ヘラクレイトスは、目覚めている者たちには唯一にして共通の世界があるが、眠っている者たちはおのおの自分だけの世界へと身を向ける、と述べている。しかし迷信深き者には共通の世界も自分だけの世界も存在しない。なぜなら彼は目覚めているときにも理知を用いることがなく、眠っているときにも自分を掻き乱すものから解放されることがなく、むしろ理性は夢を見、恐れは常に目覚めており、逃げ道も移り行く先もないからである。

構文注4 件
  1. 165dτὸ ἀλόγιστον

    動詞 ἔχει の直接目的語であり、先行する形容詞 ἄπρακτον καὶ ἄπορον καὶ ἀμήχανον(無活動で、途方に暮れ、なすすべのない)がその述語的修飾語として機能している。ここでは「恐怖だけが、その理性なき状態(不合理さ)を、なすすべのない状態のままにしておく」という構造。

  2. 165dδεῖμα καὶ τάρβος

    プルタルコス特有の民俗語源的な言葉遊び。「恐怖(デイマ)」が魂を「縛るもの(シンデオン)」と同根(√δε-)であり、「おののき(タルボス)」が魂を「乱すもの(タラトトン)」と同根であるとする、音韻の類似に基づいた説明である。

  3. 165eτῷ ὕπνῳ

    接続詞 ὥσπερ を伴う前置詞句 ἐν ἀσεβῶν χώρῳ(不敬な者たちの場所におけるように)の χώρῳ に対し、与格 τῷ ὕπνῳ(睡眠において)が同格として並置されている。「不敬な者たちの場所、すなわち睡眠において」という構造であり、睡眠を不敬な者たちの受刑地(冥界)のようにみなしている。

  4. 165eεἶτʼ ἐξαναστάντες

    主語が単数の「迷信深い者(魂)」から、突然、複数分詞 ἐξαναστάντες(起きた人々)へとシフトしている。これは概念(迷信深い者たち全体)に基づく「意味による一致(constructio ad sensum)」の例である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-16)
  • 日は 2026-11-16 に Gemini 3.8 Flash で再翻訳
  • 2026-11-16 再翻訳 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:3