§3αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δʼ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται.
魂的一切疾病与情念固然都是可耻的,然而在某些情念中,因其轻浮,却仍包含着一种骄傲、高尚和高亢之情,可以说,它们一点也没有被剥夺活跃的冲动。
ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει καὶ συντείνει τὸν λογισμόν.
然而,这一切情念共同的指控在于,它们受实践冲动的强迫,迫切地督促并紧绷着理性。
μόνος δʼ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον.
唯有恐惧,它既缺乏理性,也同样缺乏勇气,使其无理性之处变得无所作为、无路可走且无计可施。
ᾗ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται.
因此,由于它同时束缚并扰乱灵魂,它的名字也被称为“恐”(deima)和“惧”(tarbos)。
φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας.
而在所有的恐惧中,最让人无所作为且最无出路的,便是迷信的恐惧。
οὐ φοβεῖται θάλασσαν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν·
不航海的人不害怕海洋,不参军的人不害怕战争,留守家中者不害怕强盗,穷人不害怕诬告者,普通人不害怕嫉妒,加拉太人不害怕地震,埃塞俄比亚人不害怕雷劈。
ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε, γῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον.
而畏惧神明的人则无所不惧,大地、海洋、空气、天空、黑暗、光明、传言、沉默、噩梦。
οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται· "
ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.
奴隶在睡梦中会忘记主人,睡眠能减轻戴锁链者的枷锁,伤口周围的炎症、侵蚀肉体的恶性溃疡以及剧烈的痛楚,都会在人们入睡后退去: “睡梦那迷人的温存啊,疾病的救星,你在我最需要的时候来到,是多么甜美。
"
τοῦτʼ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ), ἀλλʼ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφʼ αὑτῆς ὡς ὑφʼ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν.
” 迷信却不允许人说出这样的话(因为唯独它不与睡眠讲和,也绝不允许灵魂在哪怕一次呼吸中,通过摒弃关于神明那些痛苦且沉重的看法,来喘一口气并重拾勇气),相反,迷信仿佛将睡眠当成了恶人受刑之地,唤起可怕的幻影、怪异的幽灵和种种复仇之神,折磨并搅扰那可怜的灵魂,用梦境将其驱逐出睡眠,让它被自己鞭笞和惩罚(如同被他人鞭笞惩罚一般),并接受那些可怕而离奇的命令。
εἶτʼ ἐξαναστάντες οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδʼ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας
"
ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβεῖ,
χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω,
"
τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλασσαν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον.
随后,他们醒来后既不轻视也不嘲笑,亦没有发觉那些扰乱他们的事情没有一件是真实的,而是为了逃避那并无任何实质伤害的欺骗之幻影,在清醒时自欺欺人、自我消耗并自我折磨,落入那些说道着的游方僧和巫士之手: “但若你害怕梦中的幻影,或曾接纳了地下赫卡忒的狂欢队伍,” “便召来那用擦拭法除秽的老太婆,将你自己浸入海水中,并坐在地上度过整天。
"ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά"
τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς, ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις.
”“噢,因迷信而发明了蛮族恶行的希腊人啊! ”——抹泥、滚入污泥、浸浴,脸朝下俯卧、难看的蹲坐、古怪的顶礼膜拜。
δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμιμον μουσικὴν σῴζειν δοκοῦντες· ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δʼ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν εἰς τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας.
那些旨在保存传统音乐的人曾命令琴歌艺人要用“端正的口型”来演唱;而我们却要求用端正而正确的口型向神明祈祷,不要在一方面检查祭牲内脏的“舌头”是否洁净和端正的同时,另一方面却通过用荒谬的名字和蛮族的辞令扭曲并玷污我们自己的舌头,从而羞辱并违背神圣而祖传的敬虔尊严。
ἀλλʼ ὅ γε κωμικὸς οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας
"
ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοὶ
τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;
不过,喜剧诗人曾对那些用金银装饰寝具的人说过一席颇有风趣的话: “神明唯独免费赐予我们的便是睡眠,你为何还要让自己在睡眠上如此奢侈?
"
ἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν ὅ τι τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον ἀποδρᾶναι μὴ δυναμένης;
” 同样,人们也可以对迷信者说:“神明赐予我们睡眠,作为对痛苦的遗忘和休整,你为何还要为自己将其变成一处持久且痛苦的刑场,以至于你那可怜的灵魂连逃往另一个梦乡都无能为力?
ὁ Ἡράκλειτός φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι.
”赫拉克利特说,对于清醒的人来说,世界是唯一且共通的,而对于睡去的人,每个人都转向自己独有的世界。
τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδεὶς οὐδʼ ἴδιός ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλʼ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δʼ ὁ φόβος ἀεί, φυγὴ δʼ οὐκ ἔστιν οὐδὲ μετάστασις.
然而对于迷信者来说,既没有共通的世界,也没有独有的世界;因为他既不在清醒时运用理智,也不在睡梦中摆脱那扰乱他的事物,反而是他的理性在做梦,而他的恐惧却始终清醒,既无处可逃,也无法挪移。