§1τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δʼ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν.
神々に関する無知と不可知が、最初から直ちに二つに流れ分かれたため、一方は、硬い土地におけるように、頑なな性格において無神論を、他方は、湿った土地におけるように、しなやかな性格において迷信を生み出した。
ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν·
それゆえ、すべての偽りの判断は、とりわけそれがこれらの事柄に関するものであるならば、害をなすものである。
ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον.
しかし、そこに感情が加わっているものは、最も害が大きい。
πᾶν γὰρ πάθος ἔοικε πληγὴ φλεγμαίνουσα εἶναι·
というのも、あらゆる感情は炎症を起こした傷口に似ているからである。
καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.
そして、怪我を伴う関節の脱臼がそうであるように、感情を伴う魂の歪みはよりいっそう厄介である。
ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις, ἀλλʼ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδʼ ὀδύνην ταράττουσαν.
ある人が原子と空虚が万物の原理であると考える。 この仮定は偽りであるが、腫瘍を作るわけでもなく、動悸も激しい痛みも引き起こさない。
ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον·
ある人が、富は最大の善であると想定する。
τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται.
この偽りは毒を含んでおり、魂を蝕み、正気を失わせ、眠らせず、狂乱で満たし、岩壁から突き落とし、首を絞め、率直な言論を奪う。
πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν·
また、ある人々は徳と悪徳が身体であると考える。
αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον·
その無知は恐らく恥ずべきことであるが、哀悼や嘆きには値しない。
ἀλλʼ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις
"
ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ·
しかし、次のような判断や想定、すなわち、 "悲しむべき徳よ、お前はただの言葉にすぎなかったのだな。
ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν
"
ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.
私はお前を実在として修めていたのに" と、富を生み出す不正や、あらゆる快楽を生み出す不節制を放り出して嘆くものは、これら[の判断や想定]を同情すると同時に嫌悪するに値する。 なぜなら、それらは存在するだけで、魂の中にあたかも蛆や蠕虫のように多くの病気や感情を産み落とすからである。
§2οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι·
それゆえ、議論の対象となっているもの(神々)についても、一方の無神論は、祝福され不滅なものは何も存在しないという誤った判断であって、神的なものを信じないことによって、一種の無感動へと導くように見え、神々を信じないことの目的は、恐れないことである。
τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς.
しかし、迷信は、その名前自体が示しているように、人を卑屈にさせ打ち砕くような、感情に満ちて恐怖を生み出す想定であり、神々は存在するが、彼らは苦痛を与え有害なものであると考えることである。
ἔοικε γὰρ ὁ μὲν ἄθεος ἀκίνητος εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι.
なぜなら、無神論者は神的なものに対して動かされないように見えるのに対し、迷信深い者は、不適切に動かされて歪められているように見えるからである。
ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν.
実際、無知は、一方には利益をもたらすものを信じないことを植え付け、他方には[神が]害をもたらすという思い込みを付け加えたのである。
ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.
それゆえ、無神論は誤った言論であり、迷信は偽りの言論から生じた感情なのである。