§10ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν.
それゆえ、無神論を不敬虔であると言いながら、迷信をそう言わない人々に対して、私には驚きがこみ上げてくるのである。
καίτοι γʼ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δʼ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδʼ εἶναι τὸ παράπαν νομίζουσι.
けれども、アナクサゴラスは太陽を石だと言ったことで不敬虔の罪で訴えられたが、キメリア人たちが太陽はそもそも全く存在しないと考えているからといって、彼らを不敬虔だと言った者は誰もいない。
τί σὺ λέγεις;
お前は何と言うか。
ὁ μὴ νομίζων θεοὺς ἀνόσιός ἐστιν;
神々が存在しないと考える者は不誠実か。
ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν;
しかし、神々を、迷信深い者たちが考えるような存在だとみなす者は、はるかに不誠実な意見を抱いているのではないか。
ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτʼ εἶναι Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος·
私としては、人々が私について「プルタルコスなどという人間はそもそも生まれもしなかったし、存在もしない」と言う方を、「プルタルコスは気まぐれで、移り気で、怒りっぽく、些細なことで根に持って復讐し、器の小さい人間だ。
ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν.
もし他の人々を夕食に招きながら彼のことを忘れたり、用事があって彼の家に行かなかったり挨拶をしなかったりすれば、彼はお前にへばりついてその体を食いちぎり、あるいは、お前の子どもを捕まえて打ち殺し、あるいは、獣を飼っていてお前の作物を襲わせ、果実を荒らすだろう」と言われるよりも、むしろ望む。
τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος θυιάδα φοιβάδα μαινάδα λυσσάδα Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς
τοιαύτη σοι
εἶπε
θυγάτηρ γένοιτο.
アテナイでティモテオスがアルテミスを讃えて歌い、彼女を「狂乱せる者、神がかりたる者、狂乱の巫女、狂える者」と呼んだとき、抒情詩人のキネシアスが観客席から立ち上がって、「お前にそのような娘が生まれるように」と言った。
καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν
αἵ τε κἂν ἀπʼ ἀγχόνας ἀίξασα αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων καθαρμάτεσσιν ἐπισπώμενα τῷ παλαμναίῳ συμπλεχθεῖσα.
そして実際、迷信深い者たちはアルテミスについて、これらと同様の、あるいはさらにひどいことを考えている。 「首吊り縄から飛び降りる彼女、あるいは・・・あるいは死体を介して産婆を務め、血にまみれて入ってきた彼女、あるいは三脚から清めの儀式によって引きずり下ろされ、復讐の悪霊に絡みつかれた彼女よ。
οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης·
」彼らがアポロンやヘラやアフロディテについて考えていることも、これらより少しも穏当ではない。
πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι.
なぜなら彼らは、これらすべての神々に対して震え、恐れているからである。
καίτοι τί τοσοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, ὅσου ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς ἄφρονας, ὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς
"ἓξ μὲν θυγατέρας, ἓξ δʼ υἱέας ἡβώοντας;
それにしても、ニオベがレトに対して浴びせた悪態の何が、迷信が愚か者たちにその女神について信じ込ませたことほど、それほどひどかったというのか。 彼らの信じるところによれば、女神は悪口を言われたために、あの哀れな女性の「六人の娘と、六人のうら若き息子たち」を射殺したという。
"
οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος.
女神はそれほどまでに他人の不幸を貪り、宥めがたかったというのだ。
εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλʼ ἠγανάκτει, τούτους ἔδει κατατοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας.
もし本当に女神が怒りを抱き、悪を憎み、悪口を言われて傷つき、人間の愚かさや無知を笑い飛ばさずに憤慨したのだとしたら、女神は自分に対してこれほどの残酷さと冷酷さを着せて嘘をつき、このようなことを言ったり書いたりしている者たちこそを射殺すべきであった。
τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης
"
τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα,
"
τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.
少なくとも、我々はヘカベが「彼の肝臓の真ん中に食らいついて、喰らい尽くしたいものだ、」と言ったとき、その冷酷さを野蛮で獣じみたものとして退ける。 しかし迷信深い者たちは、シリアの女神について、もし誰かがマイニスやアプエを食べれば、向こう脛を食い荒らし、体を潰瘍で焼き尽くし、肝臓を溶かしてしまう、と信じている。
§11ἆρʼ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον;
それでは、神々について悪いことを言うのは不敬だが、そう考えることは不敬ではないというのか。
ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος;
あるいは、考えることが、悪態をつく者の言葉をも不当なものにするのではないか。
καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας.
なぜなら、我々も悪口を敵意の印として退け、我々を悪く言う人々を、悪く考えている者として敵とみなすからである。
ὁρᾷς δʼ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς.
だが、お前は迷信深い者たちが神々についてどのようなことを考えているかを見ている。 彼らは神々を、気まぐれで、不誠実で、移り気で、復讐心に燃え、残酷で、器の小さい存在とみなしている。 このことから、迷信深い者は神々を憎み、かつ恐れざるを得ない。
πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ διʼ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι;
なぜなら、自分の被る最大の災いは彼らのせいで起こったのであり、また再び起こるだろうと考えているのに、どうしてそうならずにいられようか。
μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι.
そして神々を憎み恐れる者は、神々の敵なのである。
καίτοι προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι·
けれども、彼は礼拝し、犠牲を捧げ、神殿のそばに座り込んでいるが、それは驚くべきことではない。
καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ
κάρα σείοντες.
なぜなら、人々は僭主に対しても、挨拶をし、へつらい、金の像を建てたりするが、心の中では頭を振りながら静かに憎んでいるからである。
Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, Χαιρέας Γάιον, ἀλλʼ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν
"ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
エルモラオスはアレクサンドロスに仕え、パウサニアスはフィリッポスの護衛を務め、カイレアスはガイウスに仕えていたが、彼らの各々は付き従いながら、こう言っていた。
"
οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δʼ ἄκων·
「もし私に力さえあれば、確実にお前に復讐してやるものを」無神論者は神々が存在するとは思っていないが、迷信深い者は存在してほしくないと思いつつも、嫌々ながら信じている。
φοβεῖται γὰρ ἀπιστεῖν.
なぜなら、信じないことを恐れているからである。
καίτοι γʼ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπʼ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον.
けれども、ちょうどタンタロスが頭上にぶら下がっている石から逃れたいと願ように、この者も、その恐怖に同じくらい押しつぶされながら、恐怖から逃れたいと望み、無神論者の心の状態を自由なものとして羨むことであろう。
νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.
だが実際には、無神論者には迷信の分け前は全くないが、迷信深い者はその意図において無神論者でありながら、神々について自分の望むように考えるにはあまりにも弱いのである。