§10ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν.
因此,对于那些声称无神论是冒犯神明、却不声称迷信也是如此的人,我感到由衷的惊讶。
καίτοι γʼ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δʼ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδʼ εἶναι τὸ παράπαν νομίζουσι.
然而,阿那克萨哥拉因说太阳是一块石头而被控犯有不敬虔之罪,却没有人说基米里亚人不敬虔,仅仅因为他们认为太阳压根就不存在。
τί σὺ λέγεις;
你怎么说?
ὁ μὴ νομίζων θεοὺς ἀνόσιός ἐστιν;
不相信神明存在的人是不敬的吗?
ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν;
而将神明视为迷信者所认为的那种样子的人,难道不是怀着远为不敬的见解吗?
ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτʼ εἶναι Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν.
至于我,我宁愿人们说我普鲁塔克根本就不曾出生,也完全不存在,而不愿他们说:“普鲁塔克是一个反复无常、易变、动辄发怒、为了一丁点小事就打击报复、气量狭小的人;如果你邀请别人赴宴而唯独漏掉了他,或者你因为有事没有登门拜访他,或没有向他打招呼,他就会死死缠住你并咬碎你的肉体,或者抓走你的孩子并拷打致死,或者放他养的野兽去糟蹋你的庄稼、毁坏你的果实。
τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος θυιάδα φοιβάδα μαινάδα λυσσάδα Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς
τοιαύτη σοι
εἶπε
θυγάτηρ γένοιτο.
”当提摩太在雅典歌颂阿耳忒弥斯,称她是“狂暴的、被神附身的、疯狂的、歇斯底里的”时,抒情诗人基涅西阿斯从观众席中站起来说: “愿你生一个这样的女儿!
καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν
αἵ τε κἂν ἀπʼ ἀγχόνας ἀίξασα αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων καθαρμάτεσσιν ἐπισπώμενα τῷ παλαμναίῳ συμπλεχθεῖσα.
” 事实上,迷信者对阿耳忒弥斯的看法不仅与此相似,甚至更为恶劣: “无论是从悬梁吊索上冲下的她,还是……还是为死人接生、浑身血迹走入的她,抑或是通过净化仪式被从三脚祭坛上拉下、与复仇恶灵纠缠在一起的她。
οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι.
” 他们对阿波罗、赫拉、阿佛洛狄忒的看法,也绝不比这些更温和;因为他们对这所有的神明都战战兢兢,充满恐惧。
καίτοι τί τοσοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, ὅσου ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς ἄφρονας, ὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς
"ἓξ μὲν θυγατέρας, ἓξ δʼ υἱέας ἡβώοντας;
然而,尼俄伯对勒托所说的话,又怎能比得上迷信使愚蠢之人对这位女神深信不疑的说法那般恶毒?
"
οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος.
根据他们的说法,女神因为受到辱骂,便射杀了那个可怜女人的 “六个女儿和六个风华正茂的儿子”;她是如此贪恋他人的灾祸,且无法平息怒火。
εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλʼ ἠγανάκτει, τούτους ἔδει κατατοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας.
如果女神真的心怀怨愤、嫉恶如仇,听到恶言就感到痛苦,且不嘲笑人类的愚昧无知反而大发雷霆,那么她本应该射死这些将如此残忍与刻毒诬加于她、并说出和写下这些话的人。
τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης
"
τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα,
"
τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.
至少,当赫卡柏说 “但愿我能贴着他的身子,吃掉他半边肝脏,” 我们因其野蛮和兽性而排斥这种刻毒;然而迷信者却认为,如果有人吃了小鲱鱼或鳀鱼,叙利亚女神就会啃咬他们的迎面骨,使他们的身体长满溃疡,并融化他们的肝脏。
§11ἆρʼ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον;
那么,口头上说神明的坏话是不敬的,而心中这样认为就不是不敬吗?
ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος;
难道不正是内心的见解才使得诽谤者的言语变得荒谬的吗?
καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας.
因为我们同样排斥诽谤,因其是敌意的征兆;我们把那些口出恶言伤害我们的人视为仇敌,理由是他们心中也对我们怀有恶念。
ὁρᾷς δʼ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς.
你看迷信者对神明怀有怎样的想法:他们认为神明是任性、不可信、易变、报复心强、残忍且气量狭小的,由此必然导致迷信者既仇恨又恐惧神明。
πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ διʼ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι;
因为他既然认为自己所遭受的最大灾祸是因祂们而起、且将来还会再次因祂们而降临,他又怎能不这样呢?
μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι.
而一个仇恨并恐惧神明的人,就是神明的敌人。
καίτοι προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ
κάρα σείοντες.
然而,他却也拜祭、献祭并坐在神殿旁,这并没什么好奇怪的;因为人们对僭主也同样问候、巴结、甚至为他们竖立金像,但在私底下却在仇恨, “摇着脑袋”。
Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, Χαιρέας Γάιον, ἀλλʼ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν
"ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
赫尔莫拉乌斯曾侍奉亚历山大,保萨尼亚斯曾为腓力护卫,凯瑞亚斯曾侍奉盖乌斯,但他们每个人在尾随其后时都曾暗自说道: “若是我的力量足够,我定要对你施以报复。
"
οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δʼ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν.
” 无神论者不认为神明存在,而迷信者则不希望祂们存在,却不得不信;因为他害怕不去相信。
καίτοι γʼ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπʼ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον.
然而,正如坦塔洛斯渴望躲开悬在头顶的巨石一样,这个人同样承受着恐惧的重压,也渴望能摆脱它,并会赞美无神论者的心境,视其为自由。
νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.
但如今,无神论者与迷信毫无瓜葛,而迷信者尽管在主观意愿上是个无神论者,却又太软弱,以至于无法按照自己的意愿去设想神明。