Humanitext Reader

プルタルコス · 迷信について §8-9

災厄や祝祭における迷信者の不合理な絶望と恐怖

5 / 7 箇所 · ギリシア語

要旨

迷信深い者が災難に直面したとき、あるいは祭りのような喜ばしい機会において、自らの理性的な行動を放棄し、極度の恐怖と不合理な行動に陥る悲惨さを、無神論者の態度や歴史上の人物の例を交えて論じている。

§8τὸν Τιρίβαζόν φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι·
ティリバゾスは、ペルシア人たちに捕らえられそうになったとき、頑健であったので、短剣を抜いて戦ったと言われている。
μαρτυρομένων δὲ καὶ βοώντων ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν.
しかし、彼らが、王の命令によって自分を捕らえるのだと証言し大声で叫ぶと、すぐに剣を投げ捨て、縛られるために両手を差し出したのだった。
ἆρʼ οὖν οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον;
それならば、起こっていることはこれと似てはいないか。
οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν ἀβουλήτων· ὁ δὲ δεισιδαίμων οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε διεκρούσατο τοὺς βοηθοῦντας.
他の人々は災難と戦い、事態を押し返し、自分たちのために逃げ道や望まぬ事態の回避策を講じるが、迷信深い者は誰の言葉も聞かず、自らに向かってこう言い、「お前がこれらを被っているのは、不幸な者よ、摂理によるのであり、神の命令によるのだ」あらゆる希望を投げ捨て、自らを放棄し、逃げて、助けてくれる人々を退けた。
πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι.
迷信は、多くの適度な災いを致命的なものにする。
Μίδας ὁ παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθʼ ἑκουσίως ἀποθανεῖν αἷμα ταύρου πιών.
昔のミダスは、どうやら、いくつかの夢のせいで気落ちし、動揺して、精神的に非常に悪化し、その結果、自ら進んで雄牛の血を飲んで死んだようだ。
ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, κυνῶν λύκοις ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ κατασβεσθεὶς ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν ἀπέσφαξεν.
また、メッセニア人の王アリストデモスは、ラケダイモン人との戦争において、犬たちが狼のように吠え、彼の父祖の炉の周りに野生の草が生い茂り、占い師たちがその兆候を恐れたため、完全に気落ちし、希望の灯を消されて、自ら命を絶った。
ἦν δʼ ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον οὕτως ἀπαλλαγῆναι τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, εἶθʼ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς ἀποθανεῖν.
アテナイ人の将軍ニキアスにとっても、ミダスやアリストデモスのよう(な方法)で迷信から解放される(死ぬ)方が、月食が起きたときにその影を恐れて、敵に包囲されながらも座り込み、その結果、4万人もの人々が殺されたり生け捕りにされたりする中で、敵の手に落ちて不名誉な死を遂げるよりも、おそらくはるかに良かったのである。
οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ δεινὸν ἐν καιρῷ περιόδων σκιᾶς πρὸς σελήνην ἀπάντησις, ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος ἀνθρώπου συγχέαι καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις " Γλαῦκʼ, ὅρα, βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται πόντος, ἀμφὶ δʼ ἄκρᾳ Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος.
なぜなら、地球が(太陽との)間に割り込んで光を遮ることは恐ろしいことではなく、周期の然るべき時に影が月と出会うことも恐るべきことではない。 そうではなく、恐ろしいのは、正気から逸脱した人間に襲いかかった迷信の暗闇が、最も理性を必要とする状況において、その理性を混乱させ、盲目にすることなのである。 「グラウコスよ、見よ。 深い海はすでに波で荒れ狂い、ギュライの岬の周りには、まっすぐに雲が立ち上っている。
" τοῦτʼ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν ὑφίησι, "φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης. " ὁ Ἡσίοδος κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ τῆς ἐχέτλης ἐχόμενον, Ὅμηρος δὲ τὸν Αἴαντά φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτʼ εὐχομένων ἐκείνων ὁπλίζεσθαι.
嵐の兆候だ」これを見た操舵手は、逃れることができるよう祈り、救い主たる神々に呼びかけるが、祈りつつも舵を操り、帆桁を降ろす。 「暗闇の海から、大きな帆を畳んで逃れる」ヘシオドスは、農夫に対して、耕作と種まきの前に、鋤の柄を握りながら、大地のゼウスと清らかなデメテルに祈るよう命じている。 またホメロスは、ヘクトルと一騎打ちをしようとするアイアスが、ギリシア人たちに自分のために神々に祈るよう命じ、そして彼らが祈っている間に、自らは武装した、と言っている。
καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν "εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω," τότε παρὰ τοῦ Διὸς αἰτεῖ "δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον·
またアガメムノンも、戦う者たちに「各々、槍をよく研ぎ、盾をよく構えよ」と命じたとき、そのうえでゼウスに、「私に、プリアモスの宮殿をうつ伏せに倒させたまえ」と求めたのである。
" ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις.
神は勇気(徳)の希望であり、臆病の口実ではないからである。
ἀλλʼ Ἰουδαῖοι σαββάτων ὄντων ἐν ἀγνάπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας προστιθέντων καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ ἀνέστησαν ἀλλʼ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ συνδεδεμένοι.
しかしユダヤ人たちは、安息日であったとき、粗末な衣服を着て座り込んだまま、敵が梯子をかけ城壁を占拠しているときにも立ち上がらず、あたかも一つの引き網にでもかかったかのように、迷信に縛られたままでいた。
§9τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς ἡ δεισιδαιμονία, βελτίων δʼ οὐδὲν οὐδʼ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος.
このように、望まない事態や、いわゆる困難な出来事や状況において、迷信は(ひどいものだが)、より喜ばしい事態においても、無神論より少しも優れてはいない。
ἥδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις.
人間にとって最も喜ばしいのは、神殿での祭りや宴、入信式、密儀、神々への祈願、そして礼拝である。
ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ Σαρδόνιον γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἀτρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες, ἄλλο δʼ οὐδὲν ἔχοντα κακόν.
そこで、ここにおける無神論者を観察してみよ。 彼は行われていることに対して、狂気じみた、そしてニヤニヤとした笑いを浮かべ、おそらく親しい者たちに、神々のためにこれらが行われていると考えている者たちはのぼせており、狂っている、と静かに呟いているが、それ以外には何ら悪いところはない。
ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδʼ ἥδεσθαι, " πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων " ἡ ψυχὴ τοῦ δεισιδαίμονος.
しかし迷信深い者は、喜び楽しみたいと願いながらも、それができない。 「都市は一方で香煙に満ち、同時に祝歌と嘆きに満ちている」というのは、まさに迷信深い者の魂のことである。
ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες·
彼は冠を戴きながらも青ざめ、犠牲を捧げながらも恐れ、震える声で祈り、震える手で香をくべる。 そして総じて、彼は、「我々は神々のもとへ行くときに最も善い状態になる」と言ったピタゴラスの言葉が、たわ言であることを証明している。
τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ ἀνακτόροις προσιόντες.
なぜなら、迷信深い者たちは、熊の巣穴や、蛇の穴、あるいは海の怪物の腹の底に近づくかのように、神々の神殿や聖所に近づくのであり、そのとき彼らは最も悲惨で最悪の状態にあるからである。

語釈・文法注

  1. 10συλλαμβανόμενον — 現在分詞受動態。捕らえられようとしている進行中の状況(あるいは試みの現在「逮捕されそうになった時」)を意味し、直後のアオリスト `σπάσασθαι`(剣を抜いた)に時間的に先行するか、あるいは同時並行の状況を表す。
  2. 168fκυνῶν λύκοις ὠρυομένων ὅμοια ... — `κυνῶν ... ὠρυομένων`, `ἀγρώστεως ἀναβλαστανούσης`, `τῶν μάντεων ... φοβουμένων` という3つの独立属格構文が並列して用いられ、アリストデモスが絶望した(`ἐξαθυμήσας`)原因となる一連の不吉な前兆の同時発生を描写している。`ὅμοια` は副詞的に機能し `λύκοις`(与格)を伴って「狼のように」の意味となる。
  3. 169aἦν δʼ ἴσως καὶ Νικίᾳ ... κράτιστον ... ἀπαλλαγῆναι ... ἢ ... καθῆσθαι — 非人称構文 `ἦν κράτιστον`「〜する方が(もう一方よりも)最善であった(実際にはそうしなかった)」という反実仮想的なニュアンスを持つ表現。比較を表す接続詞 `ἤ` によって、不定詞 `ἀπαλλαγῆναι` と `καθῆσθαι`(およびそれに続く `γενέσθαι` と `ἀποθανεῖν`)が比較されている。与格の `Νικίᾳ` に対して、`καθῆσθαι` の意味上の主語として機能する分詞 `φοβηθέντι` が与格で一致している。
  4. 169bἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος ἀνθρώπου συγχέαι καὶ τυφλῶσαι — 文の骨格は `δεινὸν [ἐστι] τὸ ... σκότος ... συγχέαι καὶ τυφλῶσαι`(迷信の暗闇が混乱させ、盲目にすることが恐ろしい)。属格 `ἐκπεσόντος ἀνθρώπου` は「正気から逸脱した人(`ἐκπίπτω` の現在完了/アオリスト分詞)」を指し、不定詞の対象である「人間の(理性を)」、あるいは「逸脱した人間の[理性を]」を修飾する属格として、`λογισμόν`(理性)にかかっている。または `ἐκπεσόντος` は、人間に「襲いかかった」暗闇とも解釈可能だが、語順および格の一致から `ἀνθρώπου` にかかるのが自然である。
  5. 169dὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες — `ὅτι` 節の中の主語は分詞句 `οἱ ... νομίζοντες`(〜と考えている人々)。その内部の `ταῦτα δρᾶσθαι` は、受動不定詞 `δρᾶσθαι`(行われている)を含み、`θεοῖς` は「神々のために」という利害の与格、あるいは受動表現に伴う「神々によって」という行為者の与格。全体で「これらのことが神々のために行われていると信じている者たちは、虚栄にのぼせており(`τετύφωνται`)、狂っている(`δαιμονῶσιν`)」という意味になる。

この箇所を引用する

プルタルコス, 迷信について §8-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:8-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。