- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:10-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
プルタルコスは、神々を残酷で執念深いものとみなす迷信は、単に存在を認めない無神論よりはるかに不敬虔であると主張し、迷信深い者は恐怖ゆえに内心では神々を憎みつつも、不本意ながらも不信仰を恐れて隷従している状況を鋭く描き出す。
ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι1 τοὺς τὴν ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν. καίτοι γʼ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δʼ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδʼ εἶναι τὸ παράπαν νομίζουσι. τί σὺ λέγεις; ὁ μὴ νομίζων θεοὺς ἀνόσιός ἐστιν; ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν; ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτʼ εἶναι Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί2 σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν. τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος θυιάδα φοιβάδα μαινάδα λυσσάδα Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς τοιαύτη σοι εἶπε θυγάτηρ γένοιτο. καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν αἵ τε κἂν ἀπʼ ἀγχόνας3 ἀίξασα αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων καθαρμάτεσσιν ἐπισπώμενα τῷ παλαμναίῳ συμπλεχθεῖσα. οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι. καίτοι τί τοσοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, ὅσου ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς ἄφρονας, ὡς ἄρα4 λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς "ἓξ μὲν θυγατέρας, ἓξ δʼ υἱέας ἡβώοντας;" οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος. εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλʼ ἠγανάκτει, τούτους ἔδει κατατοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας. τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης "τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα," τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.
それゆえ、無神論を不敬虔であると言いながら、迷信をそう言わない人々に対して、私には驚きがこみ上げてくるのである。けれども、アナクサゴラスは太陽を石だと言ったことで不敬虔の罪で訴えられたが、キメリア人たちが太陽はそもそも全く存在しないと考えているからといって、彼らを不敬虔だと言った者は誰もいない。お前は何と言うか。神々が存在しないと考える者は不敬か。しかし、神々を、迷信深い者たちが考えるような存在だとみなす者は、はるかに不敬な意見を抱いているのではないか。私としては、人々が私について「プルタルコスなどという人間はそもそも生まれもしなかったし、存在もしない」と言う方を、「プルタルコスは気まぐれで、移り気で、怒りっぽく、些細なことで根に持って復讐し、器の小さい人間だ。もし他の人々を夕食に招きながら彼のことを忘れたり、用事があって彼の家に行かなかったり挨拶をしなかったりすれば、彼はお前にへばりついてその体を食いちぎり、あるいは、お前の子どもを捕まえて打ち殺し、あるいは、獣を飼っていてお前の作物を襲わせ、果実を荒らすだろう」と言われるよりも、むしろ望む。アテナイでティモテオスがアルテミスを讃えて歌い、彼女を「狂乱せる者、神がかりたる者、狂乱の巫女、狂える者」と呼んだとき、抒情詩人のキネシアスが観客席から立ち上がって、「お前にそのような娘が生まれるように」と言った。そして実際、迷信深い者たちはアルテミスについて、これらと同様の、あるいはさらにひどいことを考えている。 「首吊り縄から飛び降りる彼女、あるいは・・・あるいは死体を介して産婆を務め、血にまみれて入ってきた彼女、あるいは三脚から清めの儀式によって引きずり下ろされ、復讐の悪霊に絡みつかれた彼女よ。」 彼らがアポロンやヘラやアフロディテについて考えていることも、これらより少しも穏当ではない。なぜなら彼らは、これらすべての神々に対して震え、恐れているからである。それにしても、ニオベがレトに対して浴びせた悪態の何が、迷信が愚か者たちにその女神について信じ込ませたことほど、それほどひどかったというのか。彼らの信じるところによれば、女神は悪口を言われたために、あの哀れな女性の「六人の娘と、六人のうら若き息子たち」を射殺したという。女神はそれほどまでに他人の不幸を貪り、宥めがたかったというのだ。もし本当に女神が怒りを抱き、悪を憎み、悪口を言われて傷つき、人間の愚かさや無知を笑い飛ばさずに憤慨したのだとしたら、女神は自分に対してこれほどの残酷さと冷酷さを着せて嘘をつき、このようなことを言ったり書いたりしている者たちこそを射殺すべきであった。少なくとも、我々はヘカベが 「彼の肝臓の真ん中に食らいついて、 喰らい尽くしたいものだ、」 と言ったとき、その冷酷さを野蛮で獣じみたものとして退ける。しかし迷信深い者たちは、シリアの女神について、もし誰かがマイニスやアプエを食べれば、向こう脛を食い荒らし、体を潰瘍で焼き尽くし、肝臓を溶かしてしまう、と信じている。
ἆρʼ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον; ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος; καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας. ὁρᾷς δʼ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς. πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ διʼ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι; μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι. καίτοι προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ κάρα σείοντες. Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, Χαιρέας Γάιον, ἀλλʼ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν "ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη." οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δʼ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν.5 καίτοι γʼ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπʼ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον. νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.
それでは、神々について悪いことを言うのは不敬だが、そう考えることは不敬ではないというのか。あるいは、考えることが、悪態をつく者の言葉をも不当なものにするのではないか。なぜなら、我々も悪口を敵意の印として退け、我々を悪く言う人々を、悪く考えている者として敵とみなすからである。だが、お前は迷信深い者たちが神々についてどのようなことを考えているかを見ている。彼らは神々を、気まぐれで、不誠実で、移り気で、復讐心に燃え、残酷で、器の小さい存在とみなしている。このことから、迷信深い者は神々を憎み、かつ恐れざるを得ない。なぜなら、自分の被る最大の災いは彼らのせいで起こったのであり、また再び起こるだろうと考えているのに、どうしてそうならずにいられようか。そして神々を憎み恐れる者は、神々の敵なのである。けれども、彼は礼拝し、犠牲を捧げ、神殿のそばに座り込んでいるが、それは驚くべきことではない。なぜなら、人々は僭主に対しても、挨拶をし、へつらい、金の像を建てたりするが、心の中では頭を振りながら静かに憎んでいるからである。エルモラオスはアレクサンドロスに仕え、パウサニアスはフィリッポスの護衛を務め、カイレアスはガイウスに仕えていたが、彼らの各々は付き従いながら、こう言っていた。 「もし私に力さえあれば、確実にお前に復讐してやるものを」無神論者は神々が存在するとは思っていないが、迷信深い者は存在してほしくないと思いつつも、嫌々ながら信じている。なぜなら、信じないことを恐れているからである。けれども、ちょうどタンタロスが頭上にぶら下がっている石から逃れたいと願うように、この者も、その恐怖に同じくらい押しつぶされながら、恐怖から逃れたいと望み、無神論者の心の状態を自由なものとして羨むことであろう。だが実際には、無神論者には迷信の分け前は全くないが、迷信深い者はその意図において無神論者でありながら、神々について自分の望むように考えるにはあまりにも弱いのである。
- 10ἔμοιγε ... ἔπεισι
非人称動詞のように用いられている ἔπεισι(ἔπειμι「襲う、生じる」)と、与格の ἔμοιγε、および主語として機能している対格不定詞句(τοὺς ... φάσκοντας ... θαυμάζειν「〜と言う人々を驚くこと」)の構造。全体として「私に〜に対する驚きが湧き起こる」を意味する。
- 170aδιέδεται
動詞 διέδω(食い荒らす)の未来中間態3人称単数形、あるいは διαδέω(縛り上げる)の現在受動態/中間態形とする説など異説がある。ここではプルタルコスの文脈(体にしがみついて食い荒らす、傷つける)から、前者の「食いちぎる、食い荒らす」の意味で解釈している。
- 170bαἵ τε κἂν ἀπʼ ἀγχόνας...
韻文断片からの極めて乱れた引用。格変化の不一致(主格分詞と2人称単数/複数動詞の混在)が見られ、魔術的な呪文やアルテミス・ヘカテの恐ろしい属性を描写する文脈を反映している。
- 170cτοὺς ἄφρονας, ὡς ἄρα...
接続詞 ὡς(ここでは間接話法または主観的理由を示す)と小辞 ἄρα(「なんと〜という」)の組み合わせ。迷信深い人々が女神について抱いている愚かで不当な妄信の内容を導く。
- 170eπιστεύει δʼ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν.
不定詞 ἀπιστεῖν(「信じないこと、不信仰であること」)は、感情の動詞 φοβεῖται(「恐れる」)の補足不定詞。迷信深い者の「信じないことを恐れるがゆえに、不本意ながらも信じる」という、無神論者とは対照的な心理的強迫を表現している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 3 件
