← プルタルコス

迷信について

§1-2

無神論と迷信の比較と迷信による害悪

神々に対する無知から生じる二つの病弊である無神論と迷信を対比し、感情を伴う迷信が魂に深い歪みと苦痛を与えることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης1 τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δʼ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. πᾶν γὰρ πάθος ἔοικε πληγὴ φλεγμαίνουσα εἶναι· καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι. ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις, ἀλλʼ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδʼ ὀδύνην ταράττουσαν. ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται. πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν· αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον· ἀλλʼ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις "ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ· ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν" ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν2 καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.

神々に関する無知と不可知が、最初から直ちに二つに流れ分かれたため、一方は、硬い土地におけるように、頑なな性格において無神論を、他方は、湿った土地におけるように、しなやかな性格において迷信を生み出した。それゆえ、すべての偽りの判断は、とりわけそれがこれらの事柄に関するものであるならば、害をなすものである。しかし、そこに感情が加わっているものは、最も害が大きい。というのも、あらゆる感情は炎症を起こした傷口に似ているからである。そして、怪我を伴う関節の脱臼がそうであるように、感情を伴う魂の歪みはよりいっそう厄介である。ある人が原子と空虚が万物の原理であると考える。この仮定は偽りであるが、腫瘍を作るわけでもなく、動悸も激しい痛みも引き起こさない。ある人が、富は最大の善であると想定する。この偽りは毒を含んでおり、魂を蝕み、正気を失わせ、眠らせず、狂乱で満たし、岩壁から突き落とし、首を絞め、率直な言論を奪う。また、ある人々は徳と悪徳が身体であると考える。その無知は恐らく恥ずべきことであるが、哀悼や嘆きには値しない。しかし、次のような判断や想定、すなわち、 "悲しむべき徳よ、お前はただの言葉にすぎなかったのだな。私はお前を 実在として修めていたのに"と、富を生み出す不正や、あらゆる快楽を生み出す不節制を放り出して嘆くものは、これら[の判断や想定]を同情すると同時に嫌悪するに値する。なぜなら、それらは存在するだけで、魂の中にあたかも蛆や蠕虫のように多くの病気や感情を産み落とすからである。

§2

οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον3 εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς. ἔοικε γὰρ ὁ μὲν ἄθεος ἀκίνητος εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι.4 ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν. ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.

それゆえ、議論の対象となっているもの(神々)についても、一方の無神論は、祝福され不滅なものは何も存在しないという誤った判断であって、神的なものを信じないことによって、一種の無感動へと導くように見え、神々を信じないことの目的は、恐れないことである。しかし、迷信は、その名前自体が示しているように、人を卑屈にさせ打ち砕くような、感情に満ちて恐怖を生み出す想定であり、神々は存在するが、彼らは苦痛を与え有害なものであると考えることである。なぜなら、無神論者は神的なものに対して動かされないように見えるのに対し、迷信深い者は、不適切に動かされて歪められているように見えるからである。実際、無知は、一方には利益をもたらすものを信じないことを植え付け、他方には[神が]害をもたらすという思い込みを付け加えたのである。それゆえ、無神論は誤った言論であり、迷信は偽りの言論から生じた感情なのである。

構文注4 件
  1. 164eτῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης

    「神々に関する無知と不可知が、最初から直ちに二つに流れ分かれたため」という意味の属格独立構文。文法的には、分詞 ῥυείσης の属格主語 ἀμαθίας καὶ ἀγνοίας に対し、主節でその流れの二つの方向を指す主語(τὸ μὲν... τὸ δέ... πεποίηκεν)が再び出現しており、緩やかなアナコルトン(文法的なねじれ)を形成している。

  2. 165aἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν

    アオリスト能動態分詞、主格単数男性。この分詞は引用されている詩(またはその発話者)の主語「私」(ἐγώ)と一致し、徳を修めるために富をもたらす不正や不節制を放棄したことを表す。

  3. 165bτοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον

    冠詞付き不定詞句(属格)。直前の名詞句 κρίσις φαύλη(誤った判断)の内容を同格として詳細に説明する。

  4. 165cκινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι

    ὡς οὐ προσήκει(不適切なように)という副詞的挿入句と、結果を表す不定詞 διαστρέφεσθαι(歪められるにいたる)の組み合わせ。迷信深い者が、神に対してただ感情的に動揺するだけでなく、不適切な仕方で動かされてその認識が歪められている状態を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:1-2