§1τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δʼ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν.
鉴于关于神灵的无知和不识从一开始就立即分流为二,一方犹如在坚硬的土地上,在刚强的人格中造成了无神论,而另一方犹如在潮湿的土地上,在柔弱的人格中造成了迷信。
ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον.
因此,一切虚假的判断,特别是关于这些事物的判断,都是有害的;而其中若还夹杂着情念,则是最有害的。
πᾶν γὰρ πάθος ἔοικε πληγὴ φλεγμαίνουσα εἶναι· καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.
因为一切情念似乎都是发炎的伤口;正如伴有外伤的关节脱位更加严重一样,伴有情念的灵魂歪曲也更为棘手。
ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις, ἀλλʼ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδʼ ὀδύνην ταράττουσαν.
有人认为原子和虚空是万物的本原:这种设想虽是虚假的,但既不产生溃疡,也不产生跳痛,亦无令人烦扰的痛楚。
ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται.
有人设想财富是最大的善:这种虚假带有毒素,它侵蚀灵魂,使其失常,不让其入睡,使其充满狂乱,将其推下悬崖,使其窒息,夺走其直言的自由。
πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν· αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον·
又有人认为美德和邪恶是有形实体的:这种无知或许是可耻的,但并不值得哀悼和叹息。
ἀλλʼ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις
"
ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ· ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν
"
ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.
然而,若是如下这般的判断和设想: “可怜的美德啊,你原来只是个词句;而我却将你当作实实在在的事业来践行” ——抛弃了那能致富的不义和孕育一切享乐的放纵——对这些既值得同情又值得厌恶,因为它们存在于灵魂中,就像蛆虫和蠕虫一样,孕育出许多疾病和情念。
§2οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς.
因此,关于我们所讨论的对象,无神论作为一种认为没有任何事物是神圣和不朽的恶劣判断,似乎通过不信神明而导向一种无动于衷,而其不信神明的终极目的在于不产生恐惧;但迷信,正如其名字所表明的,是一种充满情念且产生恐惧的设想,它使人自卑并击碎人的心灵,让人虽相信有神,却认为神是令人痛苦且有害的。
ἔοικε γὰρ ὁ μὲν ἄθεος ἀκίνητος εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι.
因为无神论者对神明似乎是无动于衷的,而迷信者则以不当的方式被惊扰,从而陷入歪曲。
ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν.
因为无知使前者不信那施予恩惠者,却给后者加上了神会带来危害的看法。
ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.
因此,无神论是一种错误的理性,而迷信则是从错误理性中产生的情念。