§40ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα
"
κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν
"
τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου.
ヘルミオネは、次のように語るとき、何か真実を言っているように思われる。 "悪い女たちの出入りが私を破滅させた "しかし、このことは単純に起こるのではなく、夫たちとの不和や嫉妬が、そのような女たちに対して、扉だけでなく耳をも開かせてしまうときに起こるのである。 それゆえ、そのときこそ、思慮ある妻は耳を閉ざし、ささやきを警戒しなければならない。 火に火が加わるような事態を避けるために。 そして、フィリッポスの次の言葉を心に用意しておくべきである。
λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν
τί οὖν, ἂν καὶ κακῶς ποιῶμεν αὐτούς;
というのも、彼は、友人たちから「ギリシア人たちはあなたから恩恵を受けながら、あなたの悪口を言っている」と煽られた際、こう言ったと伝えられているからである。 「では、もし我々が彼らを悪くあしらったなら、どうなるというのだ?
ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι
λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν
,
τί οὖν
, ἂν φαίης,
ἂν καὶ μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;
」したがって、中傷する女たちが「夫は、愛し、貞淑にしているあなたを苦しめている」と言うとき、「では、もし私が彼を憎み、彼に対して不義を働き始めたら、どうなるというのか? 」と、あなたなら言うべきである。
逃亡奴隷を久しぶりに見つけて追いかけ、その奴隷が先回りして製粉所に逃げ込んだとき、ある男は言った。
§41ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα,
ποῦ δʼ ἂν
ἔφη
σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;
「お前をこれ以上に見つけたいと思う場所が、ここ以外にあるだろうか?
γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν
ποῦ δʼ ἂν ἡ ζηλοῦσά με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;
」そこで、嫉妬のために離縁状を書き、怒っている妻は、自分自身にこう言うべきである。 「私に嫉妬している女が、私が苦しみ、夫と争い、家そのものや寝室を放棄しているのを見て、また何をしているのを見て、これ以上に喜ぶだろうか?
§42Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν τὸν καλούμενον Βουζύγιον.
」アテナイ人は3つの神聖な耕作を行う。 第一はスキロンにおいて、最も古い播種の記念として。 第二はラリアにおいて、第三は市壁の下で、いわゆるブウズギオンと呼ばれるものである。
τούτων δὲ πάντων ἱερώτατός ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει.
これらすべての中で最も神聖なのは、子供の誕生のための、婚姻という播種と耕作である。
καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς
εὔκαρπον Κυθέρειαν
προσηγόρευσε.
ソポクレスはアフロディテを「実り豊かなキュテレイア」と正しく呼んだ。
διὸ δεῖ μάλιστα τούτῳ χρῆσθαι μετʼ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι.
それゆえ、夫と妻はこれを最も慎重に用いるべきであり、他者との不浄で不法な交わりを避け清浄を保ち、何も育ってほしくないところには播種をしないようにすべきである。 たとえ実りが生じたとしても、彼らはそれを恥じ、隠すのだから。
弁論家ゴルギアスがオリンピアにおいて、ギリシア人たちに向けて和合に関する演説を朗読したとき、メランティオスは言った。
§43Γοργίου τοῦ ῥήτορος ἀναγνόντος ἐν Ὀλυμπίᾳ λόγον περὶ ὁμονοίας τοῖς Ἕλλησιν ὁ Μελάνθιος
οὗτος ἡμῖν
ἔφη
συμβουλεύει περὶ ὁμονοίας, ὃς αὑτὸν καὶ τὴν γυναῖκα καὶ τὴν θεράπαιναν ἰδίᾳ τρεῖς ὄντας ὁμονοεῖν οὐ πέπεικεν
ἦν γὰρ ὡς ἔοικέ τις ἔρως τοῦ Γοργίου καὶ ζηλοτυπία τῆς γυναικὸς πρὸς τὸ θεραπαινίδιον.
¦144c 「この男は我々に和合について勧めているが、自分と妻と女召使の、私生活におけるわずか3人の和合すら説得できていない」というのも、どうやらゴルギアスには女召使に対するある種の愛があり、妻には彼女に対する嫉妬があったからである。
εὖ τοίνυν ἡρμοσμένον τὸν οἶκον εἶναι δεῖ τῷ μέλλοντι ἁρμόζεσθαι πόλιν καὶ ἀγορὰν καὶ φίλους·
それゆえ、都市や広場や友人を調和させようとする者は、まず自分の家をよく調和させておかなければならない。
μᾶλλον γὰρ ἔοικε τὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα λανθάνειν τοὺς πολλούς.
というのも、多くの人々には、妻に対する過ちよりも、妻たちの過ちの方が、より見過ごされやすいように思われるからである。
§44εἰ καθάπερ τὸν αἴλουρον ὀσμῇ μύρων ἐκταράττεσθαι καὶ μαίνεσθαι λέγουσιν, οὕτω τὰς γυναῖκας ἀγριαίνειν καὶ παραφρονεῖν ὑπὸ μύρων συνέβαινε, δεινὸν ἦν μὴ ἀπέχεσθαι μύρου τοὺς ἄνδρας, ἀλλὰ διʼ ἡδονὴν αὑτῶν βραχεῖαν οὕτω κακουμένας περιορᾶν.
もし、猫が香油の匂いによって混乱し狂暴になると言われているように、そのように妻たちも香油によって狂暴になり狂ってしまうのだとしたら、夫たちが香油を避けないのは恐ろしいことであり、自分の一時の快楽のために、妻たちがそのように苦しむのを放置することになる。
ἐπεὶ τοίνυν ταῦτα πάσχουσιν οὐ μυριζομένων τῶν ἀνδρῶν ἀλλὰ συγγιγνομένων ἑτέραις, ἄδικόν ἐστιν ἡδονῆς ἕνεκα μικρᾶς ἐπὶ τοσοῦτο λυπεῖν καὶ συνταράττειν τὰς γυναῖκας καὶ μή, καθάπερ ταῖς μελίτταις ὅτι δοκοῦσι δυσχεραίνειν καὶ μάχεσθαι τοῖς μετὰ γυναικῶν γενομένοις, ἁγνοὺς καὶ καθαρεύοντας ἑτέρων συνουσίας προσιέναι ταῖς γυναιξίν.
しかし、彼女たちがこのような苦しみを受けるのは、夫たちが香油を塗っているからではなく、他の女たちと交わっているからである。 それゆえ、わずかな快楽のために、妻たちをこれほどまでに苦しめ動揺させるのは不当であり、また、蜜蜂たちが、女たちと交わったばかりの者を嫌い、攻撃するように思われるからといって、他者との交わりを避け、身を清めて妻たちのもとに赴かないのは不当である。
§45οἱ προσιόντες ἐλέφασιν ἐσθῆτα λαμπρὰν οὐ λαμβάνουσιν, οὐδὲ φοινικίδας οἱ ταύροις·
象に近づく者は明るい衣服を着ないし、雄牛に近づく者は真紅の衣服を着ない。
διαγριαίνεται γὰρ ὑπὸ τῶν χρωμάτων τούτων μάλιστα τὰ ζῷα·
動物たちはこれらの色によって最も狂暴になるからである。
τὰς δὲ τίγρεις φασὶ περιτυμπανιζομένας ἐκμαίνεσθαι παντάπασι καὶ διασπᾶν ἑαυτάς.
また、虎は周囲で太鼓を鳴らされると、完全に発狂し、自分自身を引き裂くと言われている。
ἐπεὶ τοίνυν καὶ τῶν ἀνδρῶν οἱ μὲν ἐσθῆτας κοκκίνας; καὶ πορφυρᾶς ὁρῶντες δυσανασχετοῦσιν, οἱ δὲ κυμβάλοις καὶ τυμπάνοις ἄχθονται, τί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας καὶ μὴ ταράττειν μηδὲ παροξύνειν τοὺς ἄνδρας, ἀλλὰ συνεῖναι μετʼ εὐσταθείας καὶ πραότητος;
それゆえ、男性たちの中でも、赤い衣や紫の衣を見て不快に思う者や、シンバルや太鼓の音を嫌う者がいるのだから、妻たちがこれらを避け、夫たちを動揺させたり刺激したりせず、穏やかさと優しさをもって寄り添うことは、何ら困難なことだろうか。
§46γυνή τις πρὸς τὸν Φίλιππον ἄκουσαν ἐφελκόμενον αὐτὴν
ἄφες μʼ
εἶπε·
ある女が、自分を無理やり引きずっていこうとするフィリッポスに対して、「私を離してください。
πᾶσα γυνὴ τοῦ λύχνου ἀρθέντος ἡ αὐτή ἐστι.
灯火が消されれば、どの女も同じです」と言った。
τοῦτο πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἴρηται καλῶς, τὴν δὲ γαμετὴν δεῖ μάλιστα τοῦ φωτὸς ἀρθέντος εἶναι μὴ τὴν αὐτὴν ταῖς τυχούσαις γυναιξίν, ἀλλὰ φαίνεσθαι τοῦ σώματος μὴ βλεπομένου τὸ σῶφρον αὐτῆς καὶ ἴδιον τῷ ἀνδρὶ καὶ τεταγμένον καὶ φιλόστοργον.
これは不倫や放蕩な人々に対しては正しく言われていることだが、妻は、灯火が消されたときにこそ、ありふれた女たちと同じであってはならず、身体が見えなくなっているときにこそ、彼女の節制と、夫に対する独自の従順、秩序、深い愛情が示されるべきである。