§19τί δʼ; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν ἢ τῶν κατοιχομένων;
また、このようにして死んだ者たちを悼む者は、自分自身のために悼むのか、それとも去っていった者たちのために悼むのか。
εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων ἡδονῆς ἢ χρείας ἢ γηροβοσκίας ἐστερήθησαν, φίλαυτος ἡ τῆς λύπης πρόφασις·
もし自分自身のため、すなわち死者から得られるはずの快楽や実用的な助け、あるいは老後の世話を奪われたからという理由で悼むのであれば、その悲しみの口実は利己的なものである。
οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῶν ὠφελείας φανήσονται.
なぜなら彼らは、死者そのものを恋い慕っているのではなく、彼らから得られる利益を求めていることが明らかになるからである。
εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν.
しかし、もし死者たちのために悼むのであるなら、彼らがいかなる悪の中にもいないのだということに気づけば、悲しみから解放されるであろう。 そして、「善いものはできる限り大きくし、悪いものは縮小して小さくせよ」と勧める、古く賢明な教えに従うことになる。
εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον καὶ μέγιστον·
もし悲哀が善いものであるなら、それをできる限り多くかつ大きくしなければならない。
εἰ δʼ, ὥσπερ ἡ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν.
しかし、真実がそうであるように、それを悪いものであると我々が認めるなら、それを縮小してできる限り小さくし、可能な限り消し去らねばならない。
ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας.
そして、これが容易なことであるのは、次のような慰めの話から明らかである。
φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸν τὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον.
古代の哲学者の一人が、息子を亡くして悼んでいるアルシノエ王妃のもとに入っていき、次のような話を用いたと言われている。 すなわち、ゼウスが諸ダイモンに名誉を分配していた時、「悲哀」はたまたまその場におらず、すでに分配が終わった後に遅れてやって来た。
τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθος
ἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι·
そこでゼウスは、自分にも名誉が与えられるべきだと「悲哀」が要求したため、すでに他の者たちにすべて使い果たされていたことから途方に暮れたが、死者に対して生じるこの名誉、すなわち涙や悲哀を彼に与えた。 それゆえ、他のダイモンたちが、自分たちを崇める者たちを愛するように、同じ方法で「悲哀」もまた、もしお前がそれを軽んじるなら、お前のもとには近づかないであろう。
ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφʼ ᾧ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ.
しかし、もしそれがお前によって、与えられた名誉、すなわち悲しみや哀悼をもって入念に崇められるなら、それはお前を愛し、お前によって絶えず崇められるような出来事を常にお前にもたらすであろう。
θαυμασίως δὴ φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους.
この者はこのように語ることで、見事にその女性の悲哀と哀悼を取り除いたと思われる。
§20τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα
πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον;
総じて、悲しんでいる者に対して人はこう言うであろう。 「お前はいつか苦しむのをやめるのか、それとも生涯を通じて常に悲しむべきだと思うのか。
εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς ἀτυχίας;
もしお前が常にこの苦痛にとどまり続けるなら、心の卑しさと弱さのために、自身に完全な悲惨さと最も苦しい不幸をもたらすことになるだろう。 しかし、もしお前がいつか心を変えるのであれば、なぜ今すぐ心を変えて、この不運から自分自身を引き上げないのか。
οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας·
なぜなら、時が経つにつれてお前が用いることで解放されるであろうその理に、今こそ注意を向けて、その苦境から逃れるがよい。
καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων.
肉体の病気においても、最も速い回復の道がより優れているからである。
ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.
それゆえ、お前が時間に対して譲るつもりであるものを、理性と教養に対して譲り、自分自身を災いから解き放つがよい。
§21ἀλλʼ οὐ γὰρ ἤλπιζον
φησὶ
ταῦτα πείσεσθαι, οὐδὲ προσεδόκων
ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα·
」「しかし、私はこのようなことを被るとは望んでいなかったし、予想もしていなかった」と彼は言う。 だが、お前は人間の事柄の不確実さと虚しさを予想し、あらかじめ判断しておくべきであった。 そうすれば今、突如として襲いかかる敵に襲われたかのように、無防備な状態で捕らえられることはなかったであろう。 エウリピデスの劇中のテセウスは、そのような事態に対して実に見事に備えていたように思われる。
ἐκεῖνος γάρ φησιν
"
ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν συμφορὰς τʼ ἐβαλλόμην,
φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι
"
οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν συναλγεῖν, ἀναγκάζοντες.
彼は次のように言っているからである。 "私はある賢者からこのことを学び、数々の災いを心の中で思い巡らせていた。 我が祖国からの追放、若い者たちの死、その他の災難の道を我が身に思い描き、心に思い浮かべていたことのどれかを被るとしても、それが新しいものとして襲いかかって私をより深く傷つけることのないようにしていたのだ。 "他方、より卑しく、不鍛錬のままである者たちは、何か端正で有益なことを熟慮するための時間的な余裕さえ得られず、極限の惨めさへとそれてしまい、何の非もない自分の体を痛めつけ、アカイオスが言うように、病んでいない部分をも共に痛むように強いるのである。