§16νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας.
いやしかし、多くの人々を悲嘆や哀悼へと駆り立てるのは、早すぎる死(夭折)である。 しかし、この夭折もまた極めて容易に慰められうるものであり、凡庸な詩人たちによってさえそのことが見抜かれ、慰めの言葉が与えられてきた。
θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ
"
εἶτʼ εἰ μὲν ᾔδεις ὅττι τοῦτον τὸν βίον,
ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
ὁ θάνατος οὐκ εὔκαιρος·
見てみるがよい、早すぎる死を嘆いている者に対して、喜劇詩人の一人がこれについて次のように語っているのを。 "さて、もしお前が、彼が生きることのなかったこの人生において、もし生きながらえていたなら、終始幸福であったと知っていたなら、死は時宜を得ていなかった。
εἰ δʼ ἤνεγκεν αὖ
οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος
"
ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ.
しかし、もし逆にこの人生が、何か取り返しのつかない災いをもたらしたのだとしたら、おそらく死そのものが、お前よりも彼に対して親切であったのだ。 "それゆえ、彼が人生を去って休息を得たこと、そしてより大きな悪から解放されたことが、有益であったのかそうでないのかが明らかでない以上、我々が彼から得られるであろうと考えていたすべてのものを失ってしまったかのように、そのように重苦しく受け止めるべきではない。
οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε.
詩人の劇中において、アムピアラオスが、幼子でありあまりにも早く亡くなったわが子の死をひどく嘆き悲しんでいるアルケモロスの母親を慰める言葉は、決して凡庸なものとは思われないであろう。
φησὶ γὰρ οὕτως
"
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν.
彼は次のように語っているからである。 "生まれ出でて、苦しまぬ人間は一人もいない。
θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα,
αὐτός τε θνήσκει·
子供を葬り、また新たに別の子供をもうけ、自らも死んでいく。
καὶ τάδʼ ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν.
そして人間はこれらを重荷に感じ、土に土を送り届ける。
ἀναγκαίως δʼ ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή.
だが、実り豊かな麦の穂のように、人生を刈り取ることは必然なのである。 そして、ある者は存在し、ある者は存在しなくなる。
τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
なぜこれらを嘆く必要があろうか、自然に従って通り抜けねばならぬものを。
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς
"
なぜなら、必然的なことのうち、人間にとって恐ろしいものは何もないのだから。
§17καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς;
"総じて、すべての者は自分自身に対しても他者に対しても、真剣に次のように論じながら、常に考えるべきである。
ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται.
すなわち、最も長い人生が最善なのではなく、最も優れた人生こそが最善なのである。 なぜなら、最も多く竪琴を弾き、弁論を行い、あるいは船を操縦した者が称賛されるのではなく、それらを見事に行った者が称賛されるからである。
τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται.
美は時間の長さの中に置かれるべきではなく、徳と時宜に適った調和の中に置かれるべきである。 これこそが、幸福であり神に愛されるものであると見なされているからである。
διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον
"
ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων
παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν
"
τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν.
それゆえにこそ詩人たちは、最も卓越した英雄たち、それも神々から生まれた者たちであっても、老境に至る前に人生を去ったと我々に伝えている。 あたかもあの者、 "山羊皮の盾を持つゼウスとアポロンが、心から愛し、あらゆる好意を寄せたが、老年の敷居には達しなかった者 "のように。 なぜなら我々は、高齢であることよりも、時宜に適っていることこそが、あらゆる点において抜きん出ていると見なすからである。
καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς τὸν βίον ὠφέλειαν ἔχομεν.
現に植物においても、短期間に最も多くの果実を結ぶものが最良であり、動物においても、短い時間のうちに我々の生活に多大な益をもたらすものが最良である。
τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα.
また、無限の永遠を見据える者たちにとっては、長い時間か短い時間かなどは、何の違いもないと思われる。
τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς.
シモニデスによれば、千年も万年も、ある不確定な一瞬にすぎず、むしろ一瞬の極めてわずかな一部分にすぎないからである。
ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν εὐδαιμονίζεσθαι;
なぜなら、黒海の周辺に生息し、一日の寿命しか持たないと記録されているあの虫たちについても、朝に生まれ、日中に全盛期を迎え、夕方に老いて生涯を終えるのであるが、もし彼ら一人一人に人間の魂と理性があり、同じようなことが確かに起こるのだとすれば、彼らにおけるこの経験も我々と同じものになり、日中より前に命を終える虫に対しては哀悼と涙が捧げられ、一日中生き延びた虫は全面的に祝福される、ということになるではないか。
μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος,
なぜなら、人生の尺度は美であり、時間の長さではないからである。
§18ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις
ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι.
したがって、次のような叫びは無益であり、極めて愚かなものであると見なさねばならない。 「しかし、若いのに奪い去られるべきではなかった。
τίς γὰρ ἂν εἴποι ὡς ἔδει;
」なぜなら、奪い去られるべきであったなどと誰が言おうか。
πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς
οὐκ ἔδει πραχθῆναι
πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις.
しかし、そうされるべきではなかったと言いたくなるような多くの他の出来事が、これまでに実行され、現在も実行されており、今後も幾度となく実行されるであろう。
οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.
我々は人生に立法するために存在しているのではなく、宇宙全体を統治する神々によって定められたこと、および運命と摂理の法に従うために存在しているのである。