Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §19-21

克服悲伤与对灾祸的预先防备

第 10 段,共 18 段 · 希腊语

内容简介

文中阐明通过理智反省及“悲哀”的寓言可以轻易克服悲伤,并敦促人们应预先料想并做好准备,以防在面对灾祸时手足无措。

§19τί δʼ; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν ἢ τῶν κατοιχομένων;
另外,哀悼那些以这种方式死去的人的人,是为了他们自己而哀悼,还是为了逝者?
εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων ἡδονῆς ἢ χρείας ἢ γηροβοσκίας ἐστερήθησαν, φίλαυτος ἡ τῆς λύπης πρόφασις· οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῶν ὠφελείας φανήσονται.
如果是为了他们自己,因为他们被剥夺了从死者那里获得的快乐、实用帮助或养老照料,那么悲伤的借口就是自私的;因为显而易见,他们并非思念逝者本身,而是想要从他们身上获得利益。
εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν.
但如果是为了逝者而哀悼,只要他们意识到逝者并不处于任何痛苦之中,他们就会从悲伤中解脱出来,顺从那劝告人们“将善事做到最大,将恶事收缩到最小”的古老而智慧的格言。
εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον καὶ μέγιστον· εἰ δʼ, ὥσπερ ἡ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν.
如果哀悼是一件善事,我们就应当让它尽可能地多和大;但如果像事实所表明的那样,我们承认它是一件恶事,就应当收缩它,使之尽可能地小,并在可能范围内将其消弭。
ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας.
而这件事情有多么容易,从如下的慰藉之辞中显而易见。
φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸν τὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον.
因为据说有一位古代哲学家,在走入正在为儿子哀悼的阿尔西诺伊王后那里时,使用了这样一则寓言。 他说,在宙斯向诸神灵分配权能的时候,“悲哀”由于未曾出席而错过了,在名誉已经分配完毕之后,他才迟迟走来。
τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθος ἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφʼ ᾧ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ.
于是,由于“悲哀”也要求分给属于自己的名誉,而宙斯因已经将所有名誉耗尽在其他神灵身上而感到为难,便把这产生于死者之上的名誉——即眼泪和悲伤——赐予了它。 正如其他神灵喜爱那些尊崇他们的人一样,以同样的方式,“悲哀” 也是如此:因此,妇人啊,如果你轻视它,它就不会接近你;但如果它受到你的精心尊崇,以那赐予它的名誉——即悲伤和哀恸——去尊崇它,它就会喜爱你,并总会为你带来一些让你能不断尊崇它的类似事情。
θαυμασίως δὴ φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους.
这个哲学家似乎通过这个寓言奇妙地劝服了这位妇人,并消除了她的悲痛和哀恸。
§20τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον;
总而言之,人们可以对哀悼者说:“你是终有一天会停止痛苦,还是认为自己应该在一生的整个过程中永远悲伤下去?
εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς ἀτυχίας;
因为如果你永远停留在这场痛苦中,由于心灵的卑劣和软弱,你将为自己带来彻底的悲惨和极痛苦的厄运。 但如果你终究会改变态度,为什么不现在就改变,将自己从这不幸中拉出来呢?
οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας·
因为通过关注并运用那些随着时间的推移终将使你获得解脱的道理,你现在就可以摆脱这痛苦。
καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων.
毕竟在身体的病痛中,最快的解脱方式也是更好的。
ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.
因此,你打算让渡给时间的,现在就让渡给理性和教养,并将自己从厄运中解脱出来吧。
§21ἀλλʼ οὐ γὰρ ἤλπιζον φησὶ ταῦτα πείσεσθαι, οὐδὲ προσεδόκων ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν " ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφορὰς τʼ ἐβαλλόμην, φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς, ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί, μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι " οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν συναλγεῖν, ἀναγκάζοντες.
” “但我没想到会遭受这些,” 他说,“我也没有预料到。 ”但你本应当预料到,并且预先判定人间之事的无常与虚无,这样你就不会像被突然袭击的敌人俘虏一样,现在毫无准备地被擒获。 因为欧里庇得斯笔下的忒修斯似乎对这些事情做好了极好的准备,他这样说道: “我从某位智者那里学到了这一点,便将心思和灾祸纳入思考之中,在心中为自己预设从祖国流亡、夭折以及其他厄运的途径,这样一来,哪怕我遭受了心中所设想的任何事情,它也不会因为作为新鲜事物降临而更深地伤害我。 ” 而那些较为卑劣且缺乏锻炼的人,有时甚至得不到转圜的余地去考虑任何体面和有益的事情,而是偏向极端的痛苦,惩罚那毫无过错的身体,并按照阿开奥斯所说,强迫没有生病的部分也一同受苦。

词汇与语法注释

  1. 111fἐπιστήσαντες — 不及物动词用法的能动第二不定过去时分词,意为“留心”或“意识到”,支配其后的 ὅτι 从句。
  2. 112aτὸν οὖν Δία ... δοῦναι — 由动词 φασί 支配的间接引语(宾格加不定式结构)的一部分,其中 τὸν Δία 为主语,δοῦναι 为不定式。
  3. 112dοὐκ ἂν νῦν ... ἐλήφθης — 由助词 ἄν 和直说过去时(不定过去时被动形)构成的过去反事实条件句的结论部。条件从句(“如果你预料到……”)被省略,但由前句暗示。
  4. 112eἵνʼ εἴ τι πάσχοιμʼ ... μή μοι ... δάκοι — 一个条件从句 εἴ τι πάσχοιμι(祈愿特置)嵌套在目的从句 ἵνα(配合过去时主句动词而采用祈愿特置 δάκοι)之中的结构,表示过去的主观可能性或潜在设想。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §19-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:19-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。