§22διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων ἔοικε παραινεῖν ἐν
ταῖς
τοιαύταις
συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι·
それゆえプラトンは、このような不運においては静かにしているようにと、極めて見事に勧めているように思われる。 なぜなら悪も善も明らかではなく、また悲痛に耐えている者にとって前進となることは何もないからである。
ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν ἔχειν.
なぜなら悲しむことは、起きてしまったことについて熟慮すること、および、あたかも賽子の投げ落としにおけるように、理性が最善と示す方向に自己の事柄を整えることの、妨げになるからである。
οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.
それゆえ、つまずいた子供のように、打たれた部分を押さえて叫ぶべきではなく、むしろ、倒れたものや病んだものをできるだけ早く治療し回復させることに魂を慣らすべきであり、医術のように嘆きを消し去るべきである。
Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου μεταπεποιημένοις.
リュキア人の立法者は市民たちに、喪に服する時は女性の衣服をまとって喪に服すよう命じたと言われている。 これは、この情念が女性的なものであり、品行方正で自由人の教養を身につけた男たちには適していないことを示そうと望んだからである。
θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν·
実際、喪に服することは女性的で、弱く、卑しいものである。
γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι.
なぜなら女性は男性よりも悲しみたがり、バルバロイはギリシア人よりも、劣った男は優れた男よりも悲しみたがるからであり、またバルバロイ自体の中でも、最も高潔なケルト人やガラティア人、および生まれつき男らしい気概に満ちあふれている人々ではなく、むしろ、もしそうであるなら、エジプト人、シリア人、リュディア人、およびこれらに類する人々が悲しみたがるからである。
τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου.
なぜなら、これら後者のバルバロイのうち、ある者たちはある穴の中に潜り込んで数日間のあいだ留まり、太陽の光さえ見ようとしないと伝えられているが、それは死者もまたこの光を奪われたからである。
Ἴων γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν
"
ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς
παίδων, βόθρους λιποῦσα πενθητηρίους
"
τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας.
例えば悲劇詩人イオンは、彼らのこの愚行を耳にしたことがあったので、ある女性に次のように言わせている。 "私はあなた方の若い子供たちの乳母であり、嘆きの穴を去って、嘆願者として出てまいりました "またバルバロイの中には、身体の一部を切り落とし、鼻や耳をそぎ落とし、他の身体を痛めつける者さえいるが、彼らはこのような事態における自然に従った中庸な感情から離れ、死者たちに何か喜びを与えていると思い込んでいるのである。
§23ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλʼ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητος πολιτείας ἀρχῶν (ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς ἐλπίδος), ἀγνοοῦντες ὅτι ὁ ἄωρος θάνατος ὡς πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει.
しかし、ゼウスにかけて、ある人々は反論して、すべての死に対して喪に服すべきなのではなく、時ならぬ死に対してそうすべきだと考えている。 人生において慣行とされる善いもの、例えば結婚、教育、円熟、市民生活、官職などを何一つ得ていないからという理由である(なぜなら、ふさわしい時期の前に希望を奪われたことによって、時ならぬ死を不幸に思う人々を最も苦しめるのはこれらの事柄だからである)。 しかし彼らは、時ならぬ死が人間の本性からすれば何の違いもないということを知らないのである。
καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται οἱ δʼ ἐπακολουθοῦσι, πάντες δʼ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν πλέον ἔχοντες, τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων.
なぜなら、すべての人にとって必然であり避けることのできない、共通の故郷への旅路が控えているなかで、ある者は先に進み、ある者は後に続くが、皆同じ場所へ至るように、宿命へと旅する者たちのうち、より遅く到着する者たちは、より早く至る者たちに比して何一つ優位に立っていないからである。
εἴ γε μὴν ὁ ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατος ἂν εἴη ὁ τῶν νηπίων καὶ παίδων καὶ ἔτι μᾶλλον ὁ τῶν ἄρτι γεγονότων.
しかし、もし実際、時ならぬ死が悪であるなら、乳児や子供の死が最も時ならぬものであり、生まれたばかりの赤ん坊の死はさらにもっとそうであろう。
ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς·
しかし我々は彼らの死を容易に、かつ穏やかに耐えるが、すでに成長した者たちの死は不快に思い、嘆き悲しむ。
διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν ἔχειν τὴν τῶν τηλικούτων διαμονήν.
それは虚しい希望から生じる思い込みのゆえであり、その年齢に達した者たちの存続が確実であると我々がすでに考えているからである。
εἰ δʼ ὁ τῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτʼ ἄωρον τελευτᾶν ἀλλʼ ἤδη μέτρον ἡλικίας ἔχοντα ἱκανόν·
もし人間の寿命が20年であったなら、15歳で亡くなった者を、我々はもはや時ならぬ死をとげたのではなく、すでに十分な年齢の尺度に達していると考えただろう。
τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα ἢ τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον.
他方、20年の期限を満たした者や、あるいは20年という数に近づいた者を、我々は間違いなく、最も幸福で最も完成された生涯を送り終えた者として祝福しただろう。
εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντως ἂν ἄωρον νομίζοντες εἶναι πρὸς ὀδυρμοὺς καὶ θρήνους ἐτραπόμεθα.
しかし、もし寿命が200年であったなら、100歳で亡くなった者を、間違いなく時ならぬ死であると考えて、我々は嘆きと哀悼に耽っていただろう。