- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:16-18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
夭折もまた詩人たちによって慰められうるものであること、および人生の価値は長さではなく美徳や適時性によって測られるべきであることを、自然や短命な虫の例を用いて論じる。
νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ "εἶτʼ εἰ μὲν ᾔδεις ὅττι τοῦτον τὸν βίον, ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος1" ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως "ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν. θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ ἔχει2 βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς"
いやしかし、多くの人々を悲嘆や哀悼へと駆り立てるのは、早すぎる死(夭折)である。しかし、この夭折もまた極めて容易に慰められうるものであり、凡庸な詩人たちによってさえそのことが見抜かれ、慰めの言葉が与えられてきた。見てみるがよい、早すぎる死を嘆いている者に対して、喜劇詩人の一人がこれについて次のように語っているのを。 "さて、もしお前が、彼が生きることのなかったこの人生において、 もし生きながらえていたなら、終始幸福であったと知っていたなら、 死は時宜を得ていなかった。しかし、もし逆に この人生が、何か取り返しのつかない災いをもたらしたのだとしたら、おそらく 死そのものが、お前よりも彼に対して親切であったのだ。" それゆえ、彼が人生を去って休息を得たこと、そしてより大きな悪から解放されたことが、有益であったのかそうでないのかが明らかでない以上、我々が彼から得られるであろうと考えていたすべてのものを失ってしまったかのように、そのように重苦しく受け止めるべきではない。詩人の劇中において、アムピアラオスが、幼子でありあまりにも早く亡くなったわが子の死をひどく嘆き悲しんでいるアルケモロスの母親を慰める言葉は、決して凡庸なものとは思われないであろう。彼は次のように語っているからである。 "生まれ出でて、苦しまぬ人間は一人もいない。 子供を葬り、また新たに別の子供をもうけ、 自らも死んでいく。そして人間はこれらを重荷に感じ、 土に土を送り届ける。だが、実り豊かな麦の穂のように、 人生を刈り取ることは必然なのである。 そして、ある者は存在し、ある者は存在しなくなる。なぜこれらを 嘆く必要があろうか、自然に従って通り抜けねばならぬものを。 なぜなら、必然的なことのうち、人間にとって恐ろしいものは何もないのだから。"
καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται.3 τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον "ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν" τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο,4 εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν εὐδαιμονίζεσθαι; μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος, ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι. τίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς οὐκ ἔδει πραχθῆναι πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.
総じて、すべての者は自分自身に対しても他者に対しても、真剣に次のように論じながら、常に考えるべきである。すなわち、最も長い人生が最善なのではなく、最も優れた人生こそが最善なのである。なぜなら、最も多く竪琴を弾き、弁論を行い、あるいは船を操縦した者が称賛されるのではなく、それらを見事に行った者が称賛されるからである。美は時間の長さの中に置かれるべきではなく、徳と時宜に適った調和の中に置かれるべきである。これこそが、幸福であり神に愛されるものであると見なされているからである。それゆえにこそ詩人たちは、最も卓越した英雄たち、それも神々から生まれた者たちであっても、老境に至る前に人生を去ったと我々に伝えている。あたかもあの者、 "山羊皮の盾を持つゼウスとアポロンが、心から愛し、 あらゆる好意を寄せたが、老年の敷居には達しなかった者" のように。なぜなら我々は、高齢であることよりも、時宜に適っていることこそが、あらゆる点において抜きん出ていると見なすからである。現に植物においても、短期間に最も多くの果実を結ぶものが最良であり、動物においても、短い時間のうちに我々の生活に多大な益をもたらすものが最良である。また、無限の永遠を見据える者たちにとっては、長い時間か短い時間かなどは、何の違いもないと思われる。シモニデスによれば、千年も万年も、ある不確定な一瞬にすぎず、むしろ一瞬の極めてわずかな一部分にすぎないからである。なぜなら、黒海の周辺に生息し、一日の寿命しか持たないと記録されているあの虫たちについても、朝に生まれ、日中に全盛期を迎え、夕方に老いて生涯を終えるのであるが、もし彼ら一人一人に人間の魂と理性があり、同じようなことが確かに起こるのだとすれば、彼らにおけるこの経験も我々と同じものになり、日中より前に命を終える虫に対しては哀悼と涙が捧げられ、一日中生き延びた虫は全面的に祝福される、ということになるではないか。なぜなら、人生の尺度は美であり、時間の長さではないからである。したがって、次のような叫びは無益であり、極めて愚かなものであると見なさねばならない。 「しかし、若いのに奪い去られるべきではなかった。」 なぜなら、奪い去られるべきであったなどと誰が言おうか。しかし、そうされるべきではなかったと言いたくなるような多くの他の出来事が、これまでに実行され、現在も実行されており、今後も幾度となく実行されるであろう。我々は人生に立法するために存在しているのではなく、宇宙全体を統治する神々によって定められたこと、および運命と摂理の法に従うために存在しているのである。
- 16εὐνούστερος
比較属格の σοῦ(あなたよりも)を伴う比較級形容詞。喜劇詩人の言葉において、嘆いている本人(「あなた」)が故人を思う気持ちよりも、死そのものが「彼(故人)」に対して「より好意的であった(=将来の不幸から救い出した)」という意味を表す。
- 16ἀναγκαίως δʼ ἔχει
「必然的である」を意味する非人称表現で、通常の名詞 ἀνάγκη を用いた ἀνάγκη ἐστίν と同等の機能を持つ。後続の対格不定詞 βίον θερίζειν(人生を刈り取ること)を実質的な主語として取る。
- 111aοὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται
ギリシア語に特徴的な対称的省略文。ὁ πλεῖστα (sc. κιθαρῳδήσας...) と ὁ καλῶς (sc. κιθαρῳδήσας...) が対比されており、文末の動詞 ἐπαινεῖται が両者の共通の述語として機能している。
- 111cοὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο
εἴπερ... ἐνῆν(もし宿っていたなら)という条件節に対応する、ἄν を伴う直説法過去(ἦν ἂν)による反実仮想の帰結節。属格 κἀκείνων (= καὶ ἐκείνων) は所有または帰属を示し、「この我々の経験(夭折を悲しむこと)は彼ら(一日の命の虫たち)のものでもあったのではないか」という二重否定(οὐχί... ἄν)の疑問形による強い肯定を形成している。
