§16νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας.
是的,但夭折促使许多人走向悲哀和哀悼;但即使是这桩事,也是如此容易被慰藉,以至于即使是凡俗的诗人也看出了这一点,并且得到了慰藉。
θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ
"
εἶτʼ εἰ μὲν ᾔδεις ὅττι τοῦτον τὸν βίον,
ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ
οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος
"
ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ.
因为你看,关于这件事,一位喜剧诗人对因夭折而悲伤的人这样说道: “那么,如果你知道他若活着,度过这他未能度过的生命,本会完全幸福,死亡就是不合时宜的;但如果相反,这生命本会带来某种不可救药的灾祸,也许死亡本身对他而言,比你还要亲切。 ” 因此,既然他离开生命去安息,并从更深的恶中解脱出来,到底是有益的,还是不然,这尚不明确,我们就不应该如此沉重地承受,仿佛我们已经失去了所有我们曾认为能从他那里得到的东西。
οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε.
因为诗人口中的阿姆菲阿拉奥斯,在慰藉阿尔刻摩洛斯的母亲时,似乎并非不够巧妙——他的母亲因孩子在婴儿期就极其夭折而感到痛苦。
φησὶ γὰρ οὕτως
"
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν. θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα,
αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν.
因为他这样说道: “凡人中没有一个生来不遭受痛苦的;他埋葬孩子,又重新获得新的孩子,他自己也死去;凡人为这些事感到沉重,将土运送到土中。
ἀναγκαίως δʼ ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή.
但这是必然的:要像收割丰产的麦穗一样去收割生命,一个存在而另一个不存在。
τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
为什么需要为这些必须顺应自然度过的事而叹息?
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς
"
因为必然的事对凡人而言绝非可怕。
§17καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται.
” 因为总的来说,每个人都应当认真地向自己和向他人阐明并思考:并非最长的生命是最好的,而是最优秀的;因为既不是弹奏竖琴最多、或演讲最多、或航海最多的人受到赞美,而是弹奏得、演讲得、航行得好的人。
τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται.
因为美不应置于时间的长度中,而应置于德行和适时的和谐之中;因为这被认为是幸福且为神所喜爱的。
διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον
"
ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων
παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν
"
τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν.
正因如此,诗人们才向我们传下,英雄中最杰出的人,甚至是神明所生的人,都在老去之前离开了生命,就像那个人 “手持神盾的宙斯和阿波罗在心中疼爱他,给予他各种情谊,但他未曾达到老年的门槛。 ” 因为我们看到,在一切地方,适时而非长寿都占据着首位。
καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς τὸν βίον ὠφέλειαν ἔχομεν.
因为在植物中,最好的也是那些在短时间内产生最多果实产量的,在动物中,也是那些在不多的时间内让我们对生活获得巨大益处的。
τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα.
而且对于注视着无限永恒的人来说,时间的多寡似乎毫无差别。
τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς.
因为根据西蒙尼德斯,一千年和一万年不过是一个不确定的瞬间,或者更确切地说,只是瞬间中极微小的一部分。
ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα;
既然对于那些据记载生于黑海附近、拥有一日寿命的动物来说,它们在早晨出生,在中午达到全盛,在黄昏衰老并结束生命,那么,如果它们每一个都拥有人类的灵魂和理性,难道我们的这种痛苦体验不也属于它们吗?
τὰ δὲ διημερεύσαντα πάντως ἂν εὐδαιμονίζεσθαι;
同样的事难道不也必定会发生,以至于那些在中午前死去的会引起哀悼和眼泪,而那些活过整一天的则在任何情况下都会被视为幸福吗?
μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος,
因为生命的尺度是美,而不是时间的长度。
§18ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις
ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι.
因为我们必须认为,诸如此类的惊叹是徒劳且极其愚蠢的: “但他不应该在年轻时被夺走。
τίς γὰρ ἂν εἴποι ὡς ἔδει;
” 因为谁会说“应该”呢?
πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς
οὐκ ἔδει πραχθῆναι
πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις.
还有许多其他的事,人们也可以说“不应该发生”,但它们已经被做、正在被做、并且将要被多次做出。
οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.
因为我们来到生命中不是为了立法,而是为了服从统治一切的神明所安排的事,以及命运和神意的法则。