Humanitext Reader

プルタルコス · いかにしてみずからの徳の進歩に気づきうるか §8-9

修辞よりも実践を重視する読書と対話の姿勢

5 / 10 箇所 · ギリシア語

要旨

哲学の著作や詩、歴史を読む際には、言葉の表面的な美しさより自己の品性向上に資する内容を重視すべきであり、議論や対話においても他者への虚栄心や論破を捨て、自己の実践と相互の学びに置くべきであると説かれる。

§8ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων.
さて、哲学者の著作を読み進め、その議論を聴くとき、単に言葉だけに、その内容(事柄)以上に注意を払っていないか、また、有用で身になり有益なもの以上に、難解で余計な部分を含むものへと飛びついていないか、よく見極めなさい。 さらには詩に親しむときも歴史を読むときも、品性の矯正や感情の和らげに向けて適切に語られている事柄が、何一つあなたから逃れていないかどうか、自分自身を注意して見守りなさい。
ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι.
シモニデスが、蜜蜂は黄色の蜜を造ることを目指して花に親しむが、他のものはその色や香りを愛し、それ以外には何も得ようとしないと言っているように、このように、他の人々が快楽や気晴らしのために詩に親しんでいる中で、自らは真剣な考慮に値する何かを見出し、集めている者は、美しく自らに適したものに対する慣れと親しみによって、すでにそれらを識別できるようになっていると思われるのである。
τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν;
プラトンやクセノポンをその文体のために用い、その純粋でアッティカ的な性格を、露や綿毛のように摘み取るだけで、他には何も得ようとしない人々について、彼らは薬の香りが良く華やかな部分を愛しながら、痛みを和らげ浄化する作用を受け入れず、区別することもできないのだ、と他のどんな風に言えようか。
ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ὁρᾷς ἔφη οἷον ἡ ἄσκησίς ἐστιν;
しかし、さらに進歩している人々は、言葉からだけでなく、見聞きするものや、すべての出来事からも有益さを得て、自分に適した有用なものを集めることができる。 それは、アイスキュロスや他の同様の人々についても言われているようなことである。 というのも、アイスキュロスはイストミアで拳闘の試合を観戦していたとき、一方の選手が殴られて観衆が叫び声をあげたので、キオスのイオンを小突き、「見なさい、鍛錬とはいかなるものか。
ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν·
殴られた本人は黙っているのに、観客たちが叫んでいる」と言った。 またブラシダスは、乾燥イチジクの中にいたネズミを捕らえ、噛まれたのでそれを放してやった。
εἶτα πρὸς ἑαυτὸν ὦ Ἡράκλεις ἔφη, ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ ποτήριον.
それから自分に向かって、「ヘラクレスよ、立ち向かって身を守ろうとするならば、生き延びられないほど小さく弱いものなど何もないのだな」と言った。 またディオゲネスは、手で水を飲んでいる者を見て、頭陀袋からコップを放り出した。
οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν.
このように、注意を払い、鍛錬を張りつめさせておくことは、徳へと導く事柄をあらゆる場所から感じ取り、受け入れる力を与えてくれる。
γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης ἔλεγε, μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας, ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα.
そして、もし人々が議論を実践と混ぜ合わせるならば、これはよりいっそう生じる。 それは単に、トゥキュディデスが言ったように「危険を伴いながら訓練を行う」だけでなく、快楽や、争い、あるいは裁判、弁護、公職に対してもそうであり、いわば自らの教義の証明を自分自身に与え、むしろそれを用いることによって教義を確固たるものにするのである。
ὡς τοὺς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς ὄρνιθος, ὅ τι ἂν λάβῃ τοῖς μαθηταῖς ὥσπερ ἀπτῆσι νεοσσοῖς προσφέρων διὰ τοῦ στόματος.
なぜなら、いまだに学び、議論を扱い、哲学から得たものをどうやってすぐに広場や若者のたまり場、王の宴会へと持ち出そうかと考えている人々は、薬を売る者が医術を行っていると考えるべきではないのと同様に、哲学しているとみなすべきではないからである。 それどころか、そのようなソフィストは、ホメロスの鳥と全く変わらない。 得たものを何であれ、弟子たちという「羽の生えていない雛たち」へ、自らの口を通じて運び、「自分自身にとっては良くないことになっている」のである。
" κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ " μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων.
なぜなら、受け取ったものの何一つを、自分自身の益のために消化したり、身に付けたりしないからである。
§9ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδʼ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δʼ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες·
それゆえ、私たちが議論を自分自身に対しては実用的に用いており、他者に対しては、根拠のない評判のためや虚栄心からではなく、むしろ何かを聴き、また教えたいと望んで用いているかどうかを検討することが不可欠である。 そして何よりも、探究における好戦的で口論好きな態度が和らいでいるかどうか、また、議論を革紐や球のように互いに結びつけ合って、何かを学び教えることよりも、相手を打ちのめし打ち倒すことを喜ぶのをやめているかどうか。
ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετʼ ἀγῶνος συνίστασθαι μηδὲ διαλύεσθαι μετʼ ὀργῆς τὰς κοινολογίας μηδʼ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν.
なぜなら、これらにおける寛容さと温和さ、そして対話が論争を伴って始まったり、怒りを伴って終わったりしないこと、また論破したときには相手を侮辱するようなことをせず、論破されたときには腹を立てたりしないことは、十分に前進している者の特徴だからである。
ἐδήλωσε δʼ Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπʼ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δʼ ἀνοήτου καὶ μανικοῦ.
アリスティッポスは、ある議論において、大胆さはあるが他の点では愚かで狂気じみた男によってやり込められたときに、そのことを示した。
χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον ἐγὼ μὲν οὖν εἶπεν ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων ἔστι·
彼は相手が喜び、うぬぼれているのを見て、「しかし、論破された私は、論破したお前よりも心地よく眠るために去ることにしよう」と言った。
δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτʼ ἐν ὀλίγοις ἀθυμοῦμεν ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου.
また、話すときにも自分自身を試すことができる。 予想に反して多くの人が集まったときにも恐怖から尻込みせず、少人数の前で弁論するときにも意気消沈せず、民衆や官職にある者に対して話す必要が生じたときに、言葉の準備不足を理由に機会を不意にすることがないかどうかによってである。 それは、デモステネスやアルキビアデスについて言われているようなことである。
καὶ γὰρ οὗτος νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν.
というのも、彼(アルキビアデス)は事柄を考案することにおいては極めて優れていたが、言葉遣いに関してはやや自信が欠けていたため、事柄の途中で自らを遮ってしまい、しばしば話している最中に、逃げていく名詞や動詞を追い求めては、言葉に詰まってしまったからである。
ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ τὴν δύναμιν.
これに対してホメロスは、最初の詩行を韻律に合わない形で提示したときにも、気にしなかった。 それほどまでに、彼の能力のゆえに、残りの部分に対する自信が彼に満ちあふれていたからである。
οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας,
それゆえ、美徳と美を目指して競い合っている人々にとっては、言葉に対する騒ぎや拍手を最も気にかけず、機会と事柄を用いることこそが、よりふさわしいのである。

語釈・文法注

  1. 79cὅρα δὴ ... εἰ μὴ ... προσέχεις — ὅρα の後に続く εἰ は間接疑問節を導き、「〜ではないかどうか(注意して見よ)」という警告あるいは自省を促すニュアンスを持つ。ここでの εἰ μή は単純な否定条件ではなく、疑念を含んだ問ひかけとして機能している。
  2. 79dτοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους ... τί ἂν ἄλλο φαίης ἢ ... — 対格である τοὺς χρωμένους ... ἀποδρεπομένους は、主節の動詞 φαίης の直接目的語(対格不定詞構文の意味上の主語)であり、後ろの不定詞 ἀγαπᾶν および μὴ προσίεσθαι と呼応している。「〜な人々について、彼らが薬の香りだけを愛していると、他にどう言えようか」という構造になる。
  3. 79fτὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν — 冠詞付き不定詞(τὸ προσέχειν καὶ τετάσθαι)が文全体の主語。後半の τετάσθαι は τείνω の完了受動不定詞であり、対格の τὴν ἄσκησιν をその意味上の主語として「鍛錬が(常に)張り詰められた状態にあること」を意味する。
  4. 80aὡς τούς γε μανθάνοντας ... οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ ... — ὡς は理由を表す接続詞。非人称動詞 χρή に導かれる対格不定詞構文(主語:τούς γε μανθάνοντας、不定詞:οἴεσθαι)であり、さらに οἴεσθαι の目的語として [αὐτοὺς] φιλοσοφεῖν が続く。「〜な人々が哲学していると考えるべきではないのは、〜が医術を行っていると考えるべきではないのと同様である」という、οὐ μᾶλλον ... ἤ ... による比較否定。
  5. 80eοἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα — 関係代名詞 οἷς は所有の与格。コピュラ(ἐστί)が省略されており、「美徳と高貴さに対する競い合いがある人々」すなわち「美徳と美のために競い合っている人々」を指す先行詞を含んだ表現。

この箇所を引用する

プルタルコス, いかにしてみずからの徳の進歩に気づきうるか §8-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:8-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。