§8ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων.
因此,当你阅读哲学家的著作并聆听其论说时,务必审视:你是否过度关注辞藻本身而忽视了实质内容,是否更倾向于追逐那些艰深、奇特的部分,而非实用、充实和有益的部分;同样,在接触诗歌和历史时,也要留心观察:那些旨在端正品格或舒缓情感的精妙之言,是否无一遗漏。
ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι.
正如西蒙尼得斯所说,蜜蜂亲近花朵是为了酿造黄色的蜂蜜,而其他人则仅仅喜爱花朵的色彩与芬芳,此外别无所求,亦无所获。 同样,当他人为了娱乐和消遣而沉浸于诗歌时,自己若能发现并收集某些值得认真对待的内容,便说明此人已因对美德与合宜之物的习惯与热爱,而具备了识别的能力。
τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν;
如果有人使用柏拉图和色诺芬仅仅是为了他们的文风,像采摘露水和绒毛一样只取其纯洁与雅典特色,此外别无所求,那么你怎能不说他们就像是喜爱药物的芬芳和华丽,却不愿接受甚至无法识别其止痛与净化的功效呢?
ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον
ὁρᾷς
ἔφη
οἷον ἡ ἄσκησίς ἐστιν;
然而,那些更进一步取得进步的人,不仅能从言论中,而且能从所见所闻及一切事物中获得教益,并收集适合且有用的东西,正如人们对埃斯库罗斯及其他类似之人的描述。 因为埃斯库罗斯在伊斯米亚观看拳击比赛时,当其中一人被击中而观众席上爆发出惊呼,他推了推基奥斯的离子说:“你看见了吗,这就是训练的意义。
ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν
Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτὸν
ὦ Ἡράκλεις
ἔφη,
ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι
Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ ποτήριον.
被击中者保持沉默,而旁观者却在叫喊。 ”布拉西达斯在干无花果中抓到一只老鼠,被咬后便放开了它,随后他自言自语道:“赫拉克勒斯啊,只要敢于反抗自卫,就没有任何东西会因弱小而无法生存! ”第欧根尼看到有人用手捧水喝,便从他的兜囊里扔掉了杯子。
οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν.
因此,保持专注并使训练处于紧绷状态,能让人敏锐地感受并接纳来自各处、导向美德的事物。
γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης ἔλεγε,
μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας,
ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα.
如果人们将言论与实践相结合,这种情况就更容易发生。 这不仅像修昔底德所说的那样,“在危险中进行训练”,而且也适用于面对快乐、争斗、审判、辩护以及官职之时,这如同向自己证明自己的教义,或者更确切地说,是通过使用来使教义变得确实。
ὡς τοὺς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς ὄρνιθος, ὅ τι ἂν λάβῃ τοῖς μαθηταῖς ὥσπερ
ἀπτῆσι νεοσσοῖς
προσφέρων διὰ τοῦ στόματος. "
κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ
"
μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων.
至于那些仍在学习、钻研并考虑如何将从哲学中得来的东西立即在广场、青年聚会或宫廷宴会上炫耀的人,绝不能认为他们是在研究哲学,就像不应认为那些卖药的人是在行医一样。 相反,这种诡辩者与霍美罗斯笔下的鸟儿毫无二致,无论得到什么,都像喂养“无翼的雏鸟”一样,通过嘴巴传递给弟子, “而这对他自己却毫无益处”,因为他既没有将所得到的东西转化为自己的益处,也没有加以消化。
§9ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδʼ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δʼ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες·
因此,我们必须审视自己:我们是否能切实地将言论用于自身,而对他人使用言论时,是否并非为了虚名或出于虚荣,而是更多地出于想要倾听和教导的愿望;尤其是,在探究中那种好勇斗狠、喜好争吵的习性是否已经减弱,我们是否不再像将皮革或拳套绑在手上那样把言论互相抛掷,不再因击打和击倒对方而感到快乐,而是更乐于学习和教导。
ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετʼ ἀγῶνος συνίστασθαι μηδὲ διαλύεσθαι μετʼ ὀργῆς τὰς κοινολογίας μηδʼ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν.
因为在这些事情上展现出的宽容与温和,以及交谈不因争斗而发起,亦不因愤怒而结束,在论破他人时不加侮辱,在被论破时不迁怒他人,这些都是取得了足够进步之人的特征。
ἐδήλωσε δʼ Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπʼ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δʼ ἀνοήτου καὶ μανικοῦ.
阿里斯蒂波斯在某次辩论中被一个虽有胆量但在其他方面愚蠢且疯狂的人驳倒时,便表明了这一点。
χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον
ἐγὼ μὲν οὖν
εἶπεν
ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων
ἔστι·
因为他看到那人沾沾自喜、骄傲自满,便说:“然而我这被驳倒的人离去,会比你这驳倒我的人睡得更香甜。
δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτʼ ἐν ὀλίγοις ἀθυμοῦμεν ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου.
”此外,我们在言说时也可以对自己进行检验:是否不会因为出乎意料地聚集了许多人而因胆怯而退缩,是否在少数人面前辩论时不会气馁,是否在需要向民众或官署陈词时,不会因辞藻准备不足而放弃机会,正如人们对德摩斯梯尼和阿尔西比亚德斯的评价。
καὶ γὰρ οὗτος νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν.
因为后者虽然极擅长构思事物,但由于对辞藻缺乏自信,常在事务中自我阻碍,且屡屡在言说过程中为了寻找和追逐一个流失的词汇而语塞。
ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ τὴν δύναμιν.
然而,霍美罗斯即使在写出第一行不合音律的诗句时也未曾感到不安,因为凭借他的力量,他对剩余部分的自信是如此充沛。
οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας,
因此,对于那些在美德与美好上竞争的人来说,最不理会关于辞藻的喧闹与喝彩,而是利用机会和事物本身,才是更为合宜的。