Humanitext Reader

プルタルコス · いかにしてみずからの徳の進歩に気づきうるか §6-7

他人の世俗的成功への無関心と内省的議論への志向

4 / 10 箇所 · ギリシア語

要旨

外部の誘惑や他人の評判に動揺せず、自らの状況に甘んじることができる穏やかさが、哲学における進歩の兆候であるとされる。また、実質のない詭弁や華美な議論を求めず、品格を育む内省的な議論へと関心が移行することも真の進歩を示す。

§6ἐπεὶ δʼ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπʼ ἀσθενείας ἐπιγίγνεται τοῖς, φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπʼ ἀρχήν τινα ἢ συνηγορίαν.
しかし、哲学する人々にとって、自分自身の内から弱さのために彼らをおびやかし、反対方向へと転じさせるものが現れるだけではなく、熱心になされる友人の忠告や、嘲笑や悪ふざけの中でなされる敵対者たちの反対意見が、彼らを曲げ、弱めてしまい、一部の人々をすでに哲学から完全に放り出してしまうこともあるので、これらに対する各自の穏やかさと、王たちの宮廷で栄えている同世代の者たちや、結婚にあたって持参金を受け取っている者たち、あるいは大衆に囲まれて公職や法廷弁論のために広場へと下りていく同世代の者たちを、語り名指す人々によって動揺させられたり苛立たされたりしないことは、進歩の小さからぬ兆候となるであろう。
ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει λαβὴν ὑπὸ φιλοσοφίας.
というのも、これらの状況において動揺せず、屈しない者は、すでに哲学によって、しかるべき掴みどころを握られていることが明らかだからである。
οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται.
なぜなら、徳を称賛することが生まれていない人々にとっては、多くの人々が称賛する事柄を羨むのをやめることは不可能だからである。
πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ διʼ ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι.
人々に対して傲慢に振る舞うことは、怒りや狂気によって一部の人々にも生じることがあるが、人々が称賛する物事を軽蔑することは、真実で確固たる分別のなしには不可能だからである。
διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων " ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει " καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δʼ ἐν Μηδίᾳ διατριβαῖς.
それゆえ彼らは、これらをあれらと比較して、自分自身を誇りに思うのである。 ちょうどソロンがこう言ったように。 「しかし我々は彼らと、美徳を富と交換することはしない。 なぜなら美徳は常に揺るぎないが、人間の富は時によって異なる者が持つからである」またディオゲネスは、コリントスからアテナイへ、そしてアテナイからコリントスへの自らの移動を、王が春にはスサで、冬にはバビロンで、夏にはメディアで過ごすことに例えた。
καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;
またアゲシラオスは大王について、「もし彼が私よりも正しくないならば、どうして彼が私より偉大であり得ようか」と言った。
ὁ δʼ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλʼ οὐδὲν ἧττον εἴ τις ὀρθῶς γιγνώσκει περὶ θεῶν.
アリストテレスはアンティパトロスへアレクサンドロスについて書き送った際、多くの人々を支配しているということだけで彼が自負するのがふさわしいのではなく、もし誰かが神々について正しく認識しているなら、それと同じくらい自負する資格があると言った。
ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, ὁ κείνου μὲν χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος §7ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα·
ゼノンは、テオフラストスが多くの弟子を抱えていることで称賛されているのを見て、「彼の合唱隊は」と言った、「より大きいが、私のものはより調和が取れている」それゆえ、このように美徳の事柄を外部の事柄と対比させて、哲学を始める多くの人々をいら立たせ卑屈にさせる嫉妬や妬みを取り除くなら、それは偉大なことである。
καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς.
そして、これによってあなたは自分自身に対して、自分が進歩していることの証明を成しているのである。
οὐκ ἔστι δὲ μικρὸν οὐδʼ ἡ περὶ τοὺς λόγους μεταβολή.
また、議論に関する変化も、小さなことではない。
πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δʼ ὥσπερ τὰ σκυλάκια φησὶν ὁ Πλάτων τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δʼ οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέμενοι.
というのも、哲学を始めるほぼすべての人は、むしろ評判のための議論を追い求めるからである。 ある者は鳥のように軽薄さと名誉欲によって自然学の華々しさと高みへと舞い降り、またある者は、プラトンの言うように『引っ張り、引き裂くことを喜ぶ子犬のように』、争論や難問や詭弁へと向かい、多くの者はすぐに弁証法に入り込んでソフィスト的技術のために糧を蓄え、ある者は格言や歴史を集めて歩き回る。 ちょうどアナハルシスが、ギリシア人が貨幣を数えること以外には何にも使っていないのを見ていると言ったように、言葉を数え、測るだけで、自分自身の益になることは何もしない。
συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθʼ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους.
実に、ある人がプラトンの弟子たちについて言った、アンティファネスのあの話が当てはまる。 というのも、アンティファネスは冗談めかして、ある都市では言葉が話されるとすぐに寒さのために凍りつき、その後、夏になって解けると、冬に話されたことを聞くことになると言っていたが、それと同様に、プラトンによって若者たちに語られた事柄を、多くの人は老人になってからようやく遅まきながら理解するのだと、その人は言ったのである。
καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι· οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται.
そして人々は哲学全体に対してもこの状態にあり、それは、判断力が落ち着きを得て、人格と尊厳をもたらす事柄と一致し始め、イソップの寓話にあるように、足跡が外よりも内を向いているような議論を求め始めるまでのことである。
ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη τὸ τῆς λέξεως μεταβάλλειν εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.
ソポクレスが、アイスキュロスの大げささを克服し、次いで自分自身の構成の厳格さと人工的な巧みさを経て、第三段階として、最も性格を描き出し最も優れたものである文体のスタイルへと移行したと言っていたように、哲学する人々も、華々しく技巧的な議論から、品性や感情に触れる議論へと移行するとき、彼らは真の、そして虚飾のない進歩を遂げ始めるのである。

語釈・文法注

  1. 78bτὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον — 主格の抽象名詞である `ἡ πρὸς ταῦτα πραότης` と並列された、冠詞付き中性単数分詞による名詞化表現。文全体の主語の一部を形成し、「動揺させられないこと、そして苛立たされないこと」を意味する。
  2. 78cεἰλημμένος ἣν προσήκει λαβὴν ὑπὸ φιλοσοφίας — 哲学用語やレスリングの比喩に基づく表現。`λαμβάνειν λαβήν`(掴みどころを得る)の受動表現。関係詞 `ἥν` が先行詞 `λαβήν` を伴って関係節内に引き込まれており、「哲学によって、しかるべき方法で(彼が)捉えられている」という意味になる。
  3. 78cὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων — 先行詞の引き込み(inverse attraction/incorporation)の例。本来は `καταφρονῆσαι τῶν πραγμάτων ἃ θαυμάζουσιν ἄνθρωποι` となる構造であり、先行詞 `πραγμάτων` が関係代名詞 `ὧν` の格(属格、`καταφρονῆσαι` の目的語)に合わせて関係節内に取り込まれている。
  4. 78dἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν — 間接話法における不定詞句。非人称動詞 `προσήκει` が不定詞 `προσήκειν` となり、その意味上の主語は `μέγα φρονεῖν`(自負すること、誇りに思うこと)である。`ἐκείνῳ`(彼、すなわちアレクサンドロスに)は与格の補語。`ὅτι` 節は自負する理由を示す。
  5. 79aἄχρι οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα — 時を表す従属節(〜まで)。`ἄχρι οὗ` が接続詞として働き、その中で `ἡ κρίσις` が主語、`λαβοῦσα` はそれにかかる主格・女性・単数の一致分詞である。主動詞は `ἄρξηται`。

この箇所を引用する

プルタルコス, いかにしてみずからの徳の進歩に気づきうるか §6-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:6-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。