§6ἐπεὶ δʼ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπʼ ἀσθενείας ἐπιγίγνεται τοῖς, φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπʼ ἀρχήν τινα ἢ συνηγορίαν.
然而,因为对于哲学研究者而言,不仅由于自身的虚弱,会产生从内部动摇并使他们转向相反方向的力量,而且朋友们恳切的劝告,以及对手们在嘲笑和戏谑中所作的反对,也会使他们动摇和软化,甚至已经将一些人完全驱逐出了哲学,所以每个人对此展现出的温和,以及在面对他人谈论和指名某些同辈在国王的宫廷中飞黄腾达、或因结婚而获得丰厚嫁妆、或在大群民众簇拥下下到广场去担任某种官职或辩护人时,不感到动摇和恼怒,这将是进步的一个不小的迹象。
ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει λαβὴν ὑπὸ φιλοσοφίας.
因为在这些事情面前不感到震惊且不被动摇的人,显然已经被哲学以其应有的方式所掌握。
οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται.
因为,对于那些心中尚未产生对美德之赞赏的人来说,要停止羡慕大众所崇拜的事物是不可能的。
πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ διʼ ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι.
因为对人表现得傲慢,对某些人来说甚至会因愤怒或疯狂而产生;但要蔑视人们所赞赏的事物,若没有真实且稳固的理智,则是无法做到的。
διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων
"
ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον
αἰεί,
χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει
"
καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δʼ ἐν Μηδίᾳ διατριβαῖς.
因此,他们也将这些事物与那些事物进行对比,并以此自我夸耀,正如梭伦所说: “但我们不会与他们以美德交换财富,因为美德总是稳固的,而人类的钱财则一时归于此人,一时归于彼人。 ” 第欧根尼也将自己从哥林多到雅典、以及从雅典回到哥林多的往返,与国王春天在苏萨、冬天在巴比伦、夏天在米底亚的消遣相媲美。
καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως
τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;
阿格西劳斯谈到大王时也说: “如果他并不比我更公正,那他凭什么比我更伟大呢?
ὁ δʼ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλʼ οὐδὲν ἧττον εἴ τις ὀρθῶς γιγνώσκει περὶ θεῶν.
” 亚里士多德在给安提帕特关于亚历山大的信中写道,不仅不应当因为他统治了许多人而让他自负,而且如果有人对神灵有正确的认识,也同样应当自负。
ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον,
ὁ κείνου μὲν χορός
ἔφη
μείζων, οὑμὸς δὲ συμφωνότερος
芝诺看到塞奥弗拉斯特因为拥有许多弟子而受到赞赏,便说: “他的合唱队” 说, “确实更大,但我的更协调。
§7ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα· καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς.
” 因此,当你如此将美德的事物与外部的事物进行对比,从而消除嫉妒、妒忌,以及那些让许多刚开始学习哲学的人感到恼怒和自卑的事物时,这是伟大的;你便由此向自己证明了自己的进步。
οὐκ ἔστι δὲ μικρὸν οὐδʼ ἡ περὶ τοὺς λόγους μεταβολή.
关于言论的变化也不是一件小事。
πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δʼ
ὥσπερ τὰ σκυλάκια
φησὶν ὁ Πλάτων
τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες
ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δʼ οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέμενοι.
因为几乎所有刚开始学习哲学的人,可以说都在追求那些倾向于名声的言论。 有些人像鸟儿一样,由于轻浮和虚荣而降落到自然哲学的华丽与高处;而有些人,正如柏拉图所说, “就像小狗一样,以拉扯和撕咬为乐,” 致力于争论、难题和诡辩;大多数人一进入辩证法,就立刻为诡辩术储备粮食;还有些人则收集格言和历史并到处宣扬。 正如阿纳哈尔西斯说他看到希腊人除了数钱之外不把货币用于任何其他事情一样,这些人也只是计数和测量言论,而不把任何其他东西用于他们自己的益处。
συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθʼ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι·
这正如有人在谈到柏拉图的弟子时引用了安提法奈斯的话:因为安提法奈斯开玩笑说,在某个城市里,话语一说出来就因为寒冷而冻结,随后到了夏天消融时,人们便能听到冬天所讨论的内容;因此,那人说,对于柏拉图向尚且年轻的人们所说的那些话,大多数人在变老之后,才好不容易迟缓地领悟到。
οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται.
人们在对待整个哲学时也经历了这种状态,直到他们的判断力获得了稳定的状态,开始与那些能塑造品格和气度的言论相契合,并寻找这样的言论,如同比索寓言中所说,其足迹是向内而不是向外的。
ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη τὸ τῆς λέξεως μεταβάλλειν εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.
正如索福克勒斯所说,他在克服了埃斯库罗斯的浮夸、以及他自己创作中的严苛与人工技巧之后,在第三个阶段终于改变了他的措辞风格,而这种风格是最能表现品格也是最好的;同样,哲学研究者当他们从华而不实和充满技巧的言论,转向触及品格和情感的言论时,他们便开始取得真正且不带虚饰的进步。