Humanitext Reader

プルタルコス · いかにしてみずからの徳の進歩に気づきうるか §11

過ちの告白と忠告の受容による徳の進歩

7 / 10 箇所 · ギリシア語

要旨

治療を求める病人の態度を例に引きながら、過ちを告白し正されることを厭わない姿勢が進歩の真の兆候であることを論じ、さらに進んだ完全な不動心の例としてビアスやピュロンの逸話を紹介する。

§11τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δʼ εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλʼ ἐξελαύνουσιν ἢ φεύγουσιν, μηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι.
さて、治療を必要とする人々のうち、歯や指が痛む者は自分から進んで治療者のもとへ赴くが、熱のある者は彼らを家に呼び、助けてくれるよう頼む。 一方、憂鬱症、精神錯乱、あるいは狂気に陥った者は、治療者が自分のもとを訪ねてくることさえ時には耐えられず、追い払うか逃げ去ってしまう。 ひどく病んでいるがゆえに、自分が病気であることさえ気づかないのである。
οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μὲν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες οἱ δʼ ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι.
まさにこのように、過ちを犯す者たちのうちでも、自分を正し忠告する者たちに対して敵意を抱き、荒々しく振る舞い、怒る者は、治療不能である。 これに対して、耐え忍んで受け入れる者は、より穏やかな状態にある。
τὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν διακαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδʼ ἀγαπᾶν ἀγνοούμενον ἀλλʼ ὁμολογεῖν καὶ δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον.
しかし、過ちを犯している自分自身を正す者たちに委ね、自らの苦痛(情念)を語り、自らの悪徳を暴露し、隠れていることを喜ばず、気づかれないままでいることを好まず、むしろ告白して、自らに触れて忠告してくれる者を求めることは、進歩の小さからぬ兆候である。
ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν.
どこかでディオゲネスが言っていたように、救いを必要とする者は、優れた友か、あるいは熱烈な敵を探し求めるのがふさわしい。 それは、責められ、あるいは治療されることによって、悪徳から逃れるためである。
ἄχρι δʼ οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ νὴ Δία σκώπτων αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δʼ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐλλείμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δʼ οὐδέν.
しかし、人が上着の汚れやシミ、あるいは破れた靴を見せびらかし、虚しい虚飾のなさ(謙遜)を装って外部の人々に対して自分を飾り立て、さらには(誓って言うが)自分自身をチビだとか猫背だとか言ってからかい、いかにも若々しく大物ぶっているつもりでいながら、魂の内なる醜さ、生活における欠陥、卑小、快楽愛、悪意、嫉妬などを、まるで腫れ物のように包み隠し、叱責を恐れるあまり、誰にも触れさせず見させもしない間は、その人には進歩の分け前はほとんどなく、むしろ皆無である。
ἀλλʼ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε.
しかし、これらに対して立ち向かい、何よりも、まず自分自身が過ちを犯していることに苦しみ、自分を非難し、第二に、他者が忠告するときに、それに耐え忍んで叱責によって清められることができ、かつそれを望む者、このような人は、真に自らの悪徳を洗い落とし、それを忌み嫌っている者に似ている。
δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι.
なぜなら、むろん、悪人であると思われることを恥じ、それを避けることは必要であるが、不名誉(悪評)よりも悪徳の実体そのものを嫌う者は、自分がより良くなるために、悪く言われたり、告白したりすることを避けないからである。
χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δʼ εἰς τὸ καπηλεῖον, ὅσῳ γὰρ εἶπεν ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ.
というのも、酒場に見つかり、その酒場の中へと逃げ込んだある若者に対して、ディオゲネスが言った言葉は実に巧みなものであった。 「お前が奥へ逃げ込めば逃げ込むほど、それだけいっそう酒場の中に留まることになるのだぞ」と彼は言った。
καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν.
そして、劣った者たちのそれぞれは、過ちを否定すればするほど、それだけ深く自らを悪徳の中に包み込み、閉じ込めるのである。
ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν·
むろん、貧しい人々の中で富んでいるふりをする者は、その虚飾(見栄)ゆえに、ますます貧しくなる。
ὁ δὲ προκόπτων ἀληθῶς τὸν Ἱπποκράτη ποιεῖται παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζόμενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν ἐλέγχεσθαι μηδʼ ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμαθίαν.
これに対して、真に進歩している者はヒポクラテスを手本とする。 ヒポクラテスは頭蓋骨の縫合線について自分が誤解していたことを自白して書き残した。 それは、彼が次のように考えたからである。 すなわち、他者が同じ過ちに陥らないようにと、彼が自らの過ちを告白したことは立派なことであるが、他方で、自分自身が救われようとしている者が、叱責されることを恐れ、自らの愚かさや無知を告白しようとしないのは恐るべきことである、と。
καὶ μὴν τά γε Βίαντος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλὰ μείζονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας.
そして実に、ビアスやピュロンの言葉や逸話は、単なる進歩ではなく、より偉大でより完成された境地の兆候とみなされるべきである。
ὁ μὲν γὰρ τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούωσιν ὡς λεγόντων " ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν " Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶνος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράττεσθαι μὴ βουλόμενον.
前者は、人々が罵る者たちから、まるで次のように言われているかのように話を聞くとき、その知人たちが進歩しているとみなしたからである。 「異邦の人よ、あなたは悪人にも愚者にも見えない。 健やかであれ、大いに喜べ。 神々があなたに幸福を与えんことを。 」またピュロンについては、船旅の途中で嵐の危険に遭ったとき、一匹の子豚がそこに撒かれた大麦を喜んで食べている様子を指し示し、友人たちに対して次のように言ったと伝えられている。 すなわち、出来事によって動揺させられたくない者は、理性(ロゴス)と哲学によって、このような「不動心」を身につけるべきである、と。

語釈・文法注

  1. 82aμηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι — 分詞 αἰσθανόμενοι の目的語として ὅτι νοσοῦσιν(自分が病んでいるということ)が置かれ、原因を示す前置詞句 ὑπὸ τοῦ σφόδρα νοσεῖν(ひどく病んでいることによって)がそこに係っている。病気の重さゆえに自己の病識が失われる精神病の比喩である。
  2. 82aτὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν ... οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον — 定冠詞 τό から始まる長大な中性単数不定詞句(παρέχειν, λέγειν, διακαλύπτειν, μὴ χαίρειν, μηδʼ ἀγαπᾶν, ὁμολογεῖν, δεῖσθαι)が、主節の動詞 ἂν εἴη の主語を構成している。複数の不定詞が καί および ἀλλά で並列され、「〜することは...」という単一の主語概念をなす。
  3. 82cὁ τούτοις ὁμόσε χωρῶν καὶ ... ἀλγύνειν ... καὶ κακίζειν ... καὶ δυνάμενος καὶ βουλόμενος — 構造の離隔(ハイパーバトン)が生じている。名詞化された分詞 ὁ ... χωρῶν(立ち向かう者)の後に、並列された不定詞句(ἀλγύνειν, κακίζειν, παρέχειν)が続き、これらが後続の分詞 δυνάμενος καὶ βουλόμενος(〜でき、また望む者)にかかっている。この主部全体(οὗτος によって要約される)が、主動詞 ἔοικε に係っている。
  4. 82dὅσῳ ... μᾶλλον ... τοσούτῳ μᾶλλον — 相関関係を示す ὅσῳ ... τοσούτῳ ...(〜すればするほど、ますます...)の構文。ここでは 82d の ὅσῳ ... μᾶλλον ... と 82d-82e の ὅσῳ μᾶλλον ... τοσούτῳ μᾶλλον が対応し、比例関係を表している。
  5. 82eτὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα — ヒポクラテスの有名な逸話を指す。αὐτῷ は与格(行為者の与格、あるいは「彼にとって」の与格)で、受動分詞 ἀγνοηθέν(知られなかったこと)にかかり、それに対して中性単数対格の ἐξαγορεύσαντα(自白したこと)と γράψαντα(書き残したこと)が対置されている。これらは ποιεῖται παράδειγμα の直接目的語の同格的な説明として、あるいは行為の詳細を説明している。

この箇所を引用する

プルタルコス, いかにしてみずからの徳の進歩に気づきうるか §11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。