Humanitext Reader

普鲁塔克 · 如何察觉自己在德性上的进步 §11

坦承过错与乐于受谏是进步的标志

第 7 段,共 10 段 · 希腊语

内容简介

作者以寻求治疗的病人的态度为例,论证了甘愿承认并改正错误是进步的真实迹象,并以比亚斯和皮浪的轶事为例,说明了更完美的无欲(不动心)状态。

§11τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δʼ εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλʼ ἐξελαύνουσιν ἢ φεύγουσιν, μηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι.
在那些需要治疗的人中,牙痛或手指痛的人会立刻亲自去找医生;发烧的人会把医生叫到家里并请求帮助;而那些陷入忧郁、狂躁或精神失常的人,有时甚至无法忍受医生来拜访他们,反而把他们赶走或逃跑,因为病得太重,甚至意识不到自己生病了。
οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μὲν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες οἱ δʼ ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι.
正如这样,在犯错的人中,那些对指出其错误和劝诫他们的人怀有敌意、态度粗暴并动怒的人是不可救药的;而那些默默忍受并接纳的人则态度更为温和。
τὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν διακαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδʼ ἀγαπᾶν ἀγνοούμενον ἀλλʼ ὁμολογεῖν καὶ δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον.
但是,在犯错时将自己交给指出其错误的人,诉说自己的痛苦,揭示自己的邪恶,不因隐瞒而高兴,也不因不被察觉而自喜,而是承认并需要触及并劝诫自己的人,这可不是一个微小的进步迹象。
ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν.
正如迪奥根尼在某处所说,需要救助的人应当去寻找一个优秀的朋友,或者一个充满热情的敌人,以便通过被指出错误或得到治疗来逃避恶德。
ἄχρι δʼ οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ νὴ Δία σκώπτων αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δʼ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐλλείμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δʼ οὐδέν.
但是,只要有人在展示斗篷上的污垢、污渍或破鞋的同时,在外人面前以虚无的虚荣心包装自己,甚至(誓言作证)嘲笑自己矮小或驼背,以为自己表现得像个勇敢的青年,却把灵魂内在的丑恶、生活中的缺陷、琐碎、好色、恶意和嫉妒像溃疡一样包裹和隐瞒起来,因害怕被指出错误而不让任何人触碰或观看,他与进步的关联便微乎其微,甚至可以说根本没有。
ἀλλʼ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε.
但是,敢于直面这些,并且最主要的是,在犯错时自己让自己痛苦并责备自己,其次在别人劝诫时能够并且愿意坚持下去并接受指出错误带来的净化,这样的人才真正像是在磨灭并厌恶自己的邪恶。
δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι.
因为,诚然也必须对显得邪恶感到羞耻并加以避免;但那对邪恶的本质比对坏名声更感到厌恶的人,为了变得更好,并不回避听到自己的坏话或说出自己的坏话。
χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δʼ εἰς τὸ καπηλεῖον, ὅσῳ γὰρ εἶπεν ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ.
迪奥根尼对一个在酒馆里被看见、却又往酒馆深处躲藏的年轻人的话是非常风趣的。 因为他说:“你往里面躲得越深,你就越是在酒馆里。
καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν.
”而且,卑劣者中的每一个人越是否认,就越是把自已包裹并禁锢在恶德之中。
ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ προκόπτων ἀληθῶς τὸν Ἱπποκράτη ποιεῖται παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζόμενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν ἐλέγχεσθαι μηδʼ ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμαθίαν.
当然,在穷人中,那些假装富有的人因为他们的自夸而变得更加贫穷;但真正进步的人则以希波克拉底为榜样,他将自己对颅骨缝线不了解的事情公开并写了下来,因为他考虑到:那个人为了使别人不遭受同样的痛苦而说出了自己的错误,这是很了不起的;而一个自己想要得救的人,却不敢接受指摘,也不愿承认自己的愚蠢和无知,这是非常可怕的。
καὶ μὴν τά γε Βίαντος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλὰ μείζονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας.
而且,比亚斯和皮浪的言行,人们甚至不会将其视为进步的迹象,而是更大、更完美境地的迹象。
ὁ μὲν γὰρ τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούωσιν ὡς λεγόντων " ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν " Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶνος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράττεσθαι μὴ βουλόμενον.
因为前者认为他的熟人们在听到辱骂他们的人仿佛在说以下这些话时,才是在进步:“异乡人,因为你看起来既不像个坏人,也不像个愚蠢的人,祝你健康并大为快乐,愿神明赐予你福祉。 ” 据说皮浪在航海并遭遇风暴危险时,指着一只正高兴地吃着撒落的大麦的小猪,并对同伴们说,不想被身边发生的事情所扰乱的人,必须通过理性(逻各斯)和哲学来准备这样的“无欲(不动心,apatheia)”。

词汇与语法注释

  1. 82aμηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι — 从句 ὅτι νοσοῦσιν(他们病了)作为分词 αἰσθανόμενοι(意识到)的宾语,介词短语 ὑπὸ τοῦ σφόδρα νοσεῖν(由于病得很重)表示原因。这里比喻极度的病痛剥夺了病人对自己生病事实的认知。
  2. 82aτὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν ... οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον — 由定冠词 τό 引导的长大中性单数不定式短语群(包括 παρέχειν, λέγειν, διακαλύπτειν, μὴ χαίρειν, μηδʼ ἀγαπᾶν, ὁμολογεῖν, δεῖσθαι)构成了主句动词 ἂν εἴη 的复杂主语。
  3. 82cὁ τούτοις ὁμόσε χωρῶν καὶ ... ἀλγύνειν ... καὶ κακίζειν ... καὶ δυνάμενος καὶ βουλόμενος — 此处存在复杂的语序倒装(hyperbaton)。在名词化分词 ὁ ... χωρῶν(直面……的人)之后,出现了一系列不定式(ἀλγύνειν, κακίζειν, παρέχειν),它们在语法上依赖于随后的分词 δυνάμενος καὶ βουλόμενος(能够且乐意)。这整个主语复合体由 οὗτος 概括,并支配主句动词 ἔοικε。
  4. 82dὅσῳ ... μᾶλλον ... τοσούτῳ μᾶλλον — 表示比例的关联句式:ὅσῳ ... τοσούτῳ ...(越……,就越……)。此处 82d 的 ὅσῳ ... μᾶλλον 与 82d-82e 的 ὅσῳ μᾶλλον ... τοσούτῳ μᾶλλον 相呼应,表达比例关系。
  5. 82eτὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα — 指希波克拉底的著名轶事。αὐτῷ 是与被动分词 ἀγνοηθέν([对他而言]不为人所知的)连用的行为者或关系与格,而后并列了阳性单数宾格主动分词 ἐξαγορεύσαντα(承认了的)与 γράψαντα(写下了的),用以修饰或说明其行为的细节。

引用这一段

普鲁塔克, 如何察觉自己在德性上的进步 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。