§9ὥσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς υἱεῖς ἀπάγειν.
私が子供たちの教育において、何ものもそれより重要視すべきではないと勧告する一方で、今度はまた、堕落のない健全な教育に固執し、息子たちを大衆向けのくだらない話からできる限り遠ざけるべきだと主張する。
τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν.
なぜなら、多くの人々に気に入られることは、賢者たちに嫌われることだからである。
μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων
"
ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος.
そしてエウリピデスも、次のように言って私の議論を証言している。 「私は群衆に弁じるには不器用だが、同世代の少数の人々の前ではより賢い。
ἔχει δὲ μοῖραν καὶ τόδʼ·
これにもまた一理ある。
οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρʼ ὄχλῳ μουσικώτεροι λέγειν
"
ὁρῶ δʼ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας.
なぜなら、賢者たちの間では取るに足りない者たちが、群衆の間ではより雄弁に語るからである」そして私自身、卑俗な群衆に気に入られ、喜ばれるように語ることを習慣としている者たちが、人生においてたいてい放蕩で快楽を愛する者になるのを目にしている。
καὶ νὴ Δίʼ εἰκότως.
そして、ゼウスにかけて、それは当然のことである。
εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ καλοῦ, σχολῇ γʼ ἂν τῆς ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν.
なぜなら、他人に快楽を提供するために美を怠るような者たちが、ましてや自分自身の快楽や贅沢よりも正しいことや健全なことを優先したり、快いものの代わりに節制を追求したりすることなど、およそあり得ないからである。
πρὸς δὲ τούτοις τί ἂν τοὺς παῖδας καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν
χαλεπὰ τὰ καλά.
これらに加えて、子供たちに何ができようか。 実に、何事も無計画に語ることも行うこともせず、ことわざにあるように「美しいものは困難である」とするのが良いのである。
οἱ δʼ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθʼ ὅθεν ἀρκτέον οὔθʼ ὅπου παυστέον ἐστὶν εἰδότων.
即興の言説は、多くの軽率さと怠慢に満ちており、それはどこから始めるべきか、どこで止めるべきかを知らない者たちの特徴である。
χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν.
その場で語る人々が犯す他の過ちは別としても、彼らは恐るべき不調和と多弁に陥ってしまう。
σκέψις δʼ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον ἐκπίπτειν.
しかし熟考は、言説が適切な調和から逸脱するのを許さない。
ὁ Περικλῆς,
ὡς ἡμῖν ἀκούειν παραδέδοται,
καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι.
ペリクレスは、我々が聞き及んでいるところによれば、民衆からしばしば求められても応じず、準備ができていないと言っていた。
ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος καλούντων αὐτὸν τῶν Ἀθηναίων σύμβουλον ἀντέβαινεν· οὐ συντέταγμαι
λέγων.
同様に、彼の政治姿勢の追随者となったデモステネスも、アテナイ人たちが彼を勧告者として求めたとき、「私は準備をしていない」と言って拒んだ。
καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις·
これらのことはおそらく、出所の不確かな、作り話の伝承かもしれない。
ἐν δὲ τῷ κατὰ Μειδίου τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι.
しかし、『メイディアス弾劾演説』において、彼は準備の有益さをはっきりと示している。
φησὶ γοῦν
ἐγὼ δʼ ἐσκέφθαι μὲν ὦ ἄνδρες Ἀθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί·
すなわち、彼はこう言っている。 「アテナイの諸君、私は熟考したと主張するし、それを否定もしない。 また、私にできる限り練習したことも否定しない。
καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς. τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπʼ ἀξίοις ἀσκεῖν οὐ φαίην ἂν ἔγωγε, ἀλλʼ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί.
なぜなら、これほどの苦しみを受け、また受けていながら、これらについて諸君に語ろうとしていることを怠っていたとしたら、私は愚かであっただろうからだ」しかし、言説の即興性を完全に否定すべきだとか、あるいは逆に、それを価値のない場面で訓練すべきだとか、私は決して言わない。 むしろ、これは薬の分量のように扱われるべきである。
μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν·
成人に達するまでは、即興で何かを語るべきではないと私は考える。
ἀλλʼ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν καιρῶν καλούντων ἐλευθεριάζειν τοῖς λόγοις προσήκει.
しかし、能力が根づいたときには、状況が求めるならば、その時こそ言説において自由奔放に振る舞うのがふさわしい。
ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι.
なぜなら、長い間縛られていた人々が、たとえ後で解放されたとしても、長年の鎖の習性によって歩くことができず足をつまずかせるのと全く同様に、長い間言説を緊縛してきた人々も、たとえいつか即席で語る必要が生じたとしても、やはりそれと同じ表現の格調を保つからである。
τὸ δʼ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον καθίσταται.
しかし、まだ子供である彼らに、その場の思いつきで語ることを許すのは、極限の無駄口の原因となる。
ζωγράφος φασὶν ἄθλιος Ἀπελλῇ δείξας εἰκόνα
ταύτην
ἔφη
νῦν γέγραφα,
ὁ δὲ
καὶ ἢν μὴ λέγῃς,
εἶπεν
οἶδʼ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας.
下手な画家がアペレスに絵を見せて、「これをたった今描きました」と言ったところ、アペレスは「君がそう言わなくても、それが素早く描かれたことは分かっている。 ただ、どうしてこのような絵をもっとたくさん描かなかったのかが不思議だがね」と言ったそうだ。
ὥσπερ τοίνυν ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν·
さて、私は議論の最初の前提に戻るのであるが、演劇的で大げさな文体を避けるよう勧告するのと同様に、今度はまた、表現の細かすぎる詮索や低俗さを警戒し、避けることを勧告する。
ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δʼ ἰσχνὴ λίαν ἀνέκπληκτος.
なぜなら、過度に大げさな文体は政治にそぐわず、あまりにも貧弱な文体は感動を与えないからである。
καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ.
そして、肉体がただ健康であるだけでなく、頑健でなければならないのと同様に、言説もまた、ただ病んでいないだけでなく、力強くあらねばならない。
τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δʼ ἐπικίνδυνον καὶ θαυμάζεται.
なぜなら、安全なものは単に称賛されるだけだが、危険を伴うものは感嘆をも受けるからである。
τὴν αὐτὴν δὲ τυγχάνω γνώμην ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως.
そして私は、魂のあり方についても同じ意見を持っている。
οὔτε γὰρ θρασὺν οὔτʼ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι·
というのも、大胆であってはならず、臆病で気おされた者であってもならないからである。
τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δʼ εἰς ἀνδραποδωδίαν περιίσταται·
前者は破廉恥に陥り、後者は奴隷根性に陥るからである。
ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε.
すべてのことにおいて中庸を行くことこそが、技術的であり、また調和がとれている。
βούλομαι δʼ, ἕως ἔτι μέμνημαι τῆς παιδείας, ὡς ἔχω δόξης περὶ αὐτῆς εἰπεῖν, ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμαι τεκμήριον·
そして私は、教育についてまだ覚えているうちに、それについての私の意見を述べたい。 単一のスタイルの言説は、第一に、教養のなさの小さくない証拠であると私は考える。
ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω.
第二に、それは訓練において飽きやすく、全く持続しないものであると思う。
μονῳδία γὰρ ἐν ἅπασίν ἐστι πλήσμιον καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.
なぜなら、すべてのことにおいて、一本調子は退屈で不快なものであり、変化こそが、他のあらゆること、例えば聴くものや見るものにおいてそうであるように、愉快なものだからである。