Humanitext Reader

プルタルコス · 子供の教育について §10

一般教養の渉猟と教育の冠としての哲学

7 / 13 箇所 · ギリシア語

要旨

自由人の教育において、一般教養は一通り学びつつも、哲学をその最高の仕上げとして最優先すべきであることを説く。哲学は魂の病を癒やし、実践的生活と観照的生活を調和させた完成された人間を形成するものであり、古代の著作の収集もそのための重要な道具である。

§10δεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων παιδευμάτων μήτʼ ἀνήκοον μήτʼ ἀθέατον ἐᾶν εἶναι, ἀλλὰ ταῦτα μὲν ἐκ παραδρομῆς μαθεῖν ὡσπερεὶ γεύματος ἕνεκεν ἐν ἅπασι γὰρ τὸ τέλειον ἀδύνατον, τὴν δὲ φιλοσοφίαν πρεσβεύειν.
したがって、自由人の子供は、いわゆる一般教養の他の科目のいずれについても、耳にしたことも目にしたこともない状態のままにしておくべきではなく、これらは、すべてのことにおいて完璧を期すことは不可能であるから、いわば味見をするために、通りすがりに学ぶべきであるが、哲学を最優先すべきである。
ἔχω δὲ διʼ εἰκόνος παραστῆσαι τὴν ἐμαυτοῦ γνώμην·
私は自分の考えを比喩によって示すことができる。
ὥσπερ γὰρ περιπλεῦσαι μὲν πολλὰς πόλεις καλόν, ἐνοικῆσαι δὲ τῇ κρατίστῃ χρήσιμον ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι.
すなわち、多くの都市を船で巡ることは素晴らしいことであるが、最も優れた都市に居住することは有益である。 また、哲学者ビオンも機知に富んだ表現で、ペネロペに近づくことができなかった求婚者たちが、彼女の侍女たちと交わったように、哲学を手に入れることができない者たちも、他の価値のない教養の中に身をやつして骨と皮にしてしまう、と言っていた。
διὸ δεῖ τῆς ἄλλης παιδείας ὥσπερ κεφάλαιον ποιεῖν τὴν φιλοσοφίαν.
それゆえ、他の教育の、いわば冠として哲学を位置づけるべきである。
περὶ μὲν γὰρ τὴν τοῦ σώματος ἐπιμέλειαν διττὰς εὗρον ἐπιστήμας οἱ ἄνθρωποι, τὴν ἰατρικὴν καὶ τὴν γυμναστικήν, ὧν ἡ μὲν τὴν ὑγίειαν, ἡ δὲ τὴν εὐεξίαν ἐντίθησι.
なぜなら、身体の配慮に関しては、人間は二つの学問、すなわち医学と体育を見出したが、その一方は健康を、他方は強健さをもたらすからである。
τῶν δὲ τῆς ψυχῆς ἀρρωστημάτων καὶ παθῶν ἡ φιλοσοφία μόνη φάρμακόν ἐστι.
しかし、魂の病と情念に対しては、哲学だけが薬なのである。
διὰ γὰρ ταύτην ἔστι καὶ μετὰ ταύτης γνῶναι τί τὸ καλὸν τί τὸ αἰσχρόν, τί τὸ δίκαιον τί τὸ ἄδικον, τί τὸ συλλήβδην αἱρετὸν τί τὸ φευκτόν· πῶς θεοῖς πῶς γονεῦσι πῶς πρεσβυτέροις πῶς νόμοις πῶς ἀλλοτρίοις πῶς ἄρχουσι πῶς φίλοις πῶς γυναιξὶ πῶς τέκνοις πῶς οἰκέταις χρηστέον ἐστί·
なぜなら、これによって、またこれとともに、何が美しく何が醜いか、何が正しく何が不正か、何が総じて選択すべきもので何が避けるべきものであるかを知ることができ、また、神々に対して、両親に対して、長老たちに対して、法律に対して、他者に対して、支配者に対して、友人に対して、妻に対して、子供に対して、召使いに対して、どのように接すべきかを知ることができるからである。
ὅτι δεῖ θεοὺς μὲν σέβεσθαι, γονέας δὲ τιμᾶν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πειθαρχεῖν, ἄρχουσιν ὑπείκειν, φίλους ἀγαπᾶν, πρὸς γυναῖκας σωφρονεῖν, τέκνων στερκτικοὺς εἶναι, δούλους μὴ περιυβρίζειν τὸ δὲ μέγιστον, μήτʼ ἐν ταῖς εὐπραγίαις περιχαρεῖς μήτʼ ἐν ταῖς συμφοραῖς περιλύπους ὑπάρχειν, μήτʼ ἐν ταῖς ἡδοναῖς ἐκλύτους εἶναι μήτʼ ἐν ταῖς ὀργαῖς ἐκπαθεῖς καὶ θηριώδεις.
すなわち、神々を崇め、両親を敬い、長老たちを畏れ、法律に従い、支配者に屈し、友人を愛し、妻に対して節度を守り、子供たちに愛情を注ぎ、奴隷を過度に侮辱してはならないということ。 そして最も重要なことは、幸運にあっても大喜びせず、不運にあっても嘆き悲しまず、快楽にあっても自堕落にならず、怒りにあっても理性を失って野獣のようにならないことである。
ἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω.
これらこそ、私は哲学から生じるすべての善きものの中で、最も主要なものと判定する。
τὸ μὲν γὰρ εὐγενῶς εὐτυχεῖν ἀνδρός, τὸ δʼ ἀνεπιφθόνως εὐηνίου ἀνθρώπου, τὸ δὲ τοῖς λογισμοῖς περιεῖναι τῶν ἡδονῶν σοφοῦ, τὸ δʼ ὀργῆς κατακρατεῖν ἀνδρὸς οὐ τοῦ τυχόντος ἐστί.
なぜなら、高潔に幸運を享受することは男の、妬まれずに受けることは従順な人間の、理性によって快楽に打ち勝つことは賢者の、そして怒りを制することは並大抵ではない人間の特徴だからである。
τελείους δʼ ἀνθρώπους ἡγοῦμαι τοὺς δυναμένους τὴν πολιτικὴν δύναμιν μῖξαι καὶ κεράσαι τῇ φιλοσοφίᾳ, καὶ δυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν ὑπολαμβάνω, τοῦ τε κοινωφελοῦς βίου πολιτευομένους, τοῦ τʼ ἀκύμονος καὶ γαληνοῦ, διατρίβοντας περὶ φιλοσοφίαν.
そして私は、政治的能力を哲学と混合し調和させることができる人々を完成された人間であると考え、彼らは、二つの最大級の善きものを手に入れていると見なす。 すなわち、政治に携わって共同体に有益な生活を送り、かつ哲学に没頭して、波風の立たない平穏な生活を送ることである。
τριῶν γὰρ ὄντων βίων ὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δʼ ἀπολαυστικός, ὁ μὲν ἔκλυτος καὶ δοῦλος τῶν ἡδονῶν ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ διαμαρτάνων ἀνωφελής, ὁ δὲ πρακτικὸς ἀμοιρήσας φιλοσοφίας ἄμουσος καὶ πλημμελής.
というのも、三つの生活があり、その一方は活動的なもの、他方は観照的なもの、もう一方は享楽的なものであるが、快楽にふけってその奴隷となる生活は動物的で卑小なものであり、活動的生活を欠いた観照的生活は無益であり、哲学を分かち持たない活動的生活は、教養を欠き、過ちを犯しやすいからである。
πειρατέον οὖν εἰς δύναμιν καὶ τὰ κοινὰ πράττειν καὶ τῆς φιλοσοφίας ἀντιλαμβάνεσθαι κατὰ τὸ παρεῖκον τῶν καιρῶν.
それゆえ、できる限り、公的な活動に携わるとともに、機会が許す範囲で哲学にも従事するよう努めるべきである。
οὕτως ἐπολιτεύσατο Περικλῆς, οὕτως Ἀρχύτας ὁ Ταραντῖνος, οὕτω Δίων ὁ Συρακόσιος, οὕτως Ἐπαμεινώνδας ὁ Θηβαῖος, ὧν ἅτερος Πλάτωνος ἐγένετο συνουσιαστής.
このようにしてペリクレスは国政に携わり、タラスのアルキュタス、シュラクサイのディオン、テーバイのエパメイノンダスも同様であった。 後者のうち一方はプラトンの交際者であった。
καὶ περὶ μὲν παιδείας οὐκ οἶδʼ ὅτι δεῖ πλείονα λέγοντα διατρίβειν πρὸς δὲ τοῖς εἰρημένοις χρήσιμον, μᾶλλον δὲ ἀναγκαῖόν ἐστι μηδὲ τῆς τῶν παλαιῶν συγγραμμάτων κτήσεως ὀλιγώρως ἔχειν, ἀλλὰ καὶ τούτων ποιεῖσθαι συλλογὴν κατὰ τὸ γεωργῶδες.
そして、教育については、これ以上多くを語って時間を費やす必要がどこにあるか、私は知らない。 しかし、述べられたことに加えて、古代の著作の獲得を軽視せず、むしろ農耕のやり方に従ってこれらをも収集することが有益、というより不可欠である。
τὸν γὰρ αὐτὸν τρόπον ὄργανον τῆς παιδείας ἡ χρῆσις τῶν βιβλίων ἐστί, καὶ ἀπὸ πηγῆς τὴν ἐπιστήμην τηρεῖν συμβέβηκεν.
なぜなら、同じように、本の使用は教育の道具であり、知識を源泉から汲み取って保持することになるからである。

語釈・文法注

  1. 7cδεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων παιδευμάτων μήτʼ ἀνήκοον μήτʼ ἀθέατον ἐᾶν εἶναι — 非人称動詞 δεῖ の意味上の主語(対格)は τὸν παῖδα τὸν ἐλεύθερον であり、これは不定詞 εἶναι の主語でもある。また、形容詞 ἀνήκοον と ἀθέατον は属格支配であるため、μηδενὸς はこれらにかかる属格である。μηδενὸς μηδὲ は否定を強める重畳表現である。
  2. 7dὥσπερ γὰρ οἱ μνηστῆρες τῇ Πηνελόπῃ πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις — 与格 τῇ Πηνελόπῃ は動詞 πλησιάζειν の与格支配による。また、指示代名詞属格 ταύτης はペネロペを指し、与格の名詞 θεραπαίναις は、動詞 ἐμίγνυντο(〜と交わる)の与格支配によるものである。
  3. 7fἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω. — 関係代名詞 ἅπερ は前文の不定詞節全体を先行詞とし、動詞 κρίνω の直接目的語(対格)である。πρεσβύτατα は目的格補語として機能する中性複数形容詞である。πάντων... ἀγαθῶν は部分属格であり、最上級 πρεσβύτατα に係る。
  4. 8aδυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν — δυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν は双数形の属格であり、「〜を手に入れた」を意味する形容詞 ἐπηβόλους(属格支配)の補語となっている。また、ὑπάρχειν は ὑπολαμβάνω の対格不定詞構文の述語として機能している。
  5. 8aὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δʼ ἀπολαυστικός — 関係代名詞 ὧν は部分属格として機能し、その先行詞は前文の τριῶν βίων である。ὁ μέν ... ὁ δέ ... ὁ δέ ... の対比構造によって、3つの生き方がそれぞれ説明されている。

この箇所を引用する

プルタルコス, 子供の教育について §10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。