§9ὥσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς υἱεῖς ἀπάγειν.
正如我奉劝诸位,在培养孩子的事上,不可视任何事比这更为重要;同样,我再次断言,必须坚持无瑕且健康的教育,并引导儿子们尽可能远离哗众取宠的胡言乱语。
τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν.
因为迎合大众就是得罪智者。
μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων
"
ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος.
欧里庇得斯也为我的观点作证,他说:“我虽不善于向群氓发表言说,但在同辈和少数人面前却更显智慧。
ἔχει δὲ μοῖραν καὶ τόδʼ· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρʼ ὄχλῳ μουσικώτεροι λέγειν
"
ὁρῶ δʼ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας.
这也有其道理;因为那些在智者中庸碌之辈,在群氓中却更显能言善辩。 ”我亲眼看到,那些习惯于用迎合、讨好庸俗群众的方式来说话的人,在生活中大都变得放荡且贪图享乐。
καὶ νὴ Δίʼ εἰκότως.
而且,凭宙斯起誓,这是理所当然的。
εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ καλοῦ, σχολῇ γʼ ἂν τῆς ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν.
因为如果他们为了给他人提供快乐而忽视了美德(高尚),那么他们又怎么可能将正直和健康置于自己私欲和奢侈之上,或者去追求节制而非享乐呢?
πρὸς δὲ τούτοις τί ἂν τοὺς παῖδας καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν
χαλεπὰ τὰ καλά.
此外,对于孩子们,我们又能让他们做什么呢? 实际上,不随心所欲地说话或行事才是上策,正如谚语所说:“美好的事物是艰难的。
οἱ δʼ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθʼ ὅθεν ἀρκτέον οὔθʼ ὅπου παυστέον ἐστὶν εἰδότων.
”然而,即兴演说充满了大量的轻率和草率,属于那些既不知道从哪里开始,也不知道到哪里停止的人。
χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν.
除了其他的过失之外,即兴演讲的人还会陷入极端的失衡和多言。
σκέψις δʼ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον ἐκπίπτειν.
然而,深思熟虑不会允许言说偏离应有的和谐。
ὁ Περικλῆς,
ὡς ἡμῖν ἀκούειν παραδέδοται,
καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι.
依我们所闻,伯里克利在被民众多次召唤时,往往不予响应,声称自己未作好准备。
ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος καλούντων αὐτὸν τῶν Ἀθηναίων σύμβουλον ἀντέβαινεν· οὐ συντέταγμαι
λέγων.
同样,成为其政治作风效仿者的德摩斯梯尼,在雅典人召集他作为建言者时,也予以拒绝,并说:“我没有作好准备。
καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις· ἐν δὲ τῷ κατὰ Μειδίου τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι.
”这些传说或许是无主且虚构的,但在《反美迪亚斯》演说中,他清晰地展示了深思熟虑的好处。
φησὶ γοῦν
ἐγὼ δʼ ἐσκέφθαι μὲν ὦ ἄνδρες Ἀθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί·
他确实说道:“雅典的先生们,我承认我确实经过了思考,并且我不否认,而且我已经尽可能地练习过了。
καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς.
因为如果我遭受并正在遭受这样的痛苦,却忽视了我将要向你们说明的这些事情,那我确实是可悲的。
τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπʼ ἀξίοις ἀσκεῖν οὐ φαίην ἂν ἔγωγε, ἀλλʼ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί.
”但是,我绝不会说我们应当彻底否定言语的敏捷,或者反过来,在不值得的场合去练习它;相反,应当像使用药物一样来对待它。
μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν· ἀλλʼ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν καιρῶν καλούντων ἐλευθεριάζειν τοῖς λόγοις προσήκει.
在达到成年之前,我认为不应即兴发表任何言说;但是当一个人的能力根深蒂固时,那么在时机需要的时候,他理应在言语中展现自由。
ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι.
因为正如那些被捆绑了很长时间的人,即使后来被释放,也会因为长期被锁链束缚的习惯而无法行走并被绊倒;同样,那些长期紧束言说的人,即使有时需要即兴演说,也依然会保持同样严谨的表达风格。
τὸ δʼ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον καθίσταται.
然而,任由还是孩子的他们即兴演说,则会成为极端胡言乱语的根源。
ζωγράφος φασὶν ἄθλιος Ἀπελλῇ δείξας εἰκόνα
ταύτην
ἔφη
νῦν γέγραφα,
ὁ δὲ
καὶ ἢν μὴ λέγῃς,
εἶπεν
οἶδʼ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας.
据说一个拙劣的画家向阿佩莱斯展示了一幅画说:“这是我刚刚画好的。 ”而阿佩莱斯回答道:“即使你不说,”他道,“我也知道这是快速画好的;但我很奇怪你为什么没有画出更多这样的画。
ὥσπερ τοίνυν ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν· ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δʼ ἰσχνὴ λίαν ἀνέκπληκτος.
”因此——因为我要回到讨论最初的设想——正如我建议警惕并避开戏剧化和故作悲剧的文体一样,我也同样建议大家警惕和避开遣词造句的过于琐碎与卑下;因为过分浮夸的文体不合世务,而过于枯燥的文体则无法令人动容。
καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ.
正如身体不仅需要健康,而且需要保持强健,言说也同样不仅需要没有毛病,而且需要有力。
τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δʼ ἐπικίνδυνον καὶ θαυμάζεται.
因为四平八稳的言说仅能获得赞许,而敢于冒险的言说则能赢得赞叹。
τὴν αὐτὴν δὲ τυγχάνω γνώμην ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως.
对于灵魂中的状态,我恰好也持有相同的看法。
οὔτε γὰρ θρασὺν οὔτʼ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι· τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δʼ εἰς ἀνδραποδωδίαν περιίσταται· ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε.
因为一个人既不该鲁莽,也不该胆怯和惊慌失措;前者会陷入无耻,后者会陷入奴性;而在一切事物中折中取道,才是高超艺术和协调的做法。
βούλομαι δʼ, ἕως ἔτι μέμνημαι τῆς παιδείας, ὡς ἔχω δόξης περὶ αὐτῆς εἰπεῖν, ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμαι τεκμήριον· ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω.
在我还记得教育之事时,我想谈谈我对它的看法:首先,我将单一文体的言说视为缺乏教养的一大证据;其次,我认为这在练习中极易令人厌倦,且完全无法持久。
μονῳδία γὰρ ἐν ἅπασίν ἐστι πλήσμιον καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.
因为一切事物的一成不变都会令人厌腻且感到不快,而多样性才是令人愉悦的,就像在其他所有事物中一样,比如所听到的或所看到的。