← プルタルコス

子供の教育について

§9

即興の演説の戒めと中庸で入念な弁論の修練

教育においては即興の演説や過度な文体を避け、徹底した準備に基づく健全な中庸のスタイルを身につけるべきであること、また変化に富んだ学びの重要性を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

ὥσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς υἱεῖς ἀπάγειν. τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων "ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος. ἔχει δὲ μοῖραν καὶ τόδʼ· οἱ γὰρ ἐν σοφοῖς φαῦλοι παρʼ ὄχλῳ μουσικώτεροι λέγειν" ὁρῶ δʼ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας. καὶ νὴ Δίʼ εἰκότως. εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ καλοῦ, σχολῇ γʼ ἂν τῆς ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν. πρὸς δὲ τούτοις τί ἂν1 τοὺς παῖδας καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν χαλεπὰ τὰ καλά. οἱ δʼ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθʼ ὅθεν ἀρκτέον οὔθʼ ὅπου παυστέον ἐστὶν εἰδότων.2 χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν. σκέψις δʼ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον ἐκπίπτειν. ὁ Περικλῆς, ὡς ἡμῖν ἀκούειν παραδέδοται, καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι. ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος καλούντων αὐτὸν τῶν Ἀθηναίων σύμβουλον ἀντέβαινεν· οὐ συντέταγμαι λέγων. καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις· ἐν δὲ τῷ κατὰ Μειδίου τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι. φησὶ γοῦν ἐγὼ δʼ ἐσκέφθαι μὲν ὦ ἄνδρες Ἀθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν3 ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς. τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπʼ ἀξίοις ἀσκεῖν οὐ φαίην ἂν ἔγωγε, ἀλλʼ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί. μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν· ἀλλʼ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν καιρῶν καλούντων ἐλευθεριάζειν τοῖς λόγοις προσήκει. ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι. τὸ δʼ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον καθίσταται. ζωγράφος φασὶν ἄθλιος Ἀπελλῇ δείξας εἰκόνα ταύτην ἔφη νῦν γέγραφα, ὁ δὲ καὶ ἢν μὴ λέγῃς, εἶπεν οἶδʼ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας. ὥσπερ τοίνυν ἐπανάγω γὰρ4 πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν· ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δʼ ἰσχνὴ λίαν ἀνέκπληκτος. καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ. τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δʼ ἐπικίνδυνον καὶ θαυμάζεται. τὴν αὐτὴν δὲ τυγχάνω γνώμην ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως. οὔτε γὰρ θρασὺν οὔτʼ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι· τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δʼ εἰς ἀνδραποδωδίαν περιίσταται· ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε. βούλομαι δʼ, ἕως ἔτι μέμνημαι τῆς παιδείας, ὡς ἔχω δόξης περὶ αὐτῆς εἰπεῖν, ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμαι τεκμήριον· ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω. μονῳδία γὰρ ἐν ἅπασίν ἐστι πλήσμιον καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.

私が子供たちの教育において、何ものもそれより重要視すべきではないと勧告する一方で、今度はまた、堕落のない健全な教育に固執し、息子たちを大衆向けのくだらない話からできる限り遠ざけるべきだと主張する。なぜなら、多くの人々に気に入られることは、賢者たちに嫌われることだからである。そしてエウリピデスも、次のように言って私の議論を証言している。「私は群衆に弁じるには不器用だが、同世代や少数の人々の前ではより賢い。これにもまた一理ある。なぜなら、賢者たちの間では取るに足りない者たちが、群衆の間ではより雄弁に語るからである」そして私自身、卑俗な群衆に気に入られ、喜ばれるように語ることを習慣としている者たちが、人生においてたいてい放蕩で快楽を愛する者になるのを目にしている。そして、ゼウスにかけて、それは当然のことである。なぜなら、他人に快楽を提供するために美を怠るような者たちが、ましてや自分自身の快楽や贅沢よりも正しいことや健全なことを優先したり、快いものの代わりに節制を追求したりすることなど、およそあり得ないからである。これらに加えて、子供たちに何ができようか。実に、何事も無計画に語ることも行うこともせず、ことわざにあるように「美しいものは困難である」とするのが良いのである。即興の言説は、多くの軽率さと怠慢に満ちており、それはどこから始めるべきか、どこで止めるべきかを知らない者たちの特徴である。その場で語る人々が犯す他の過ちは別としても、彼らは恐るべき不調和と多弁に陥ってしまう。しかし熟考は、言説が適切な調和から逸脱するのを許さない。ペリクレスは、我々が聞き及んでいるところによれば、民衆からしばしば求められても応じず、準備ができていないと言っていた。同様に、彼の政治姿勢の追随者となったデモステネスも、アテナイ人たちが彼を勧告者として求めたとき、「私は準備をしていない」と言って拒んだ。これらのことはおそらく、出所の不確かな、作り話の伝承かもしれない。しかし、『メイディアス弾劾演説』において、彼は準備の有益さをはっきりと示している。すなわち、彼はこう言っている。「アテナイの諸君、私は熟考したと主張するし、それを否定もしない。また、私にできる限り練習したことも否定しない。なぜなら、これほどの苦しみを受け、また受けていながら、これらについて諸君に語ろうとしていることを怠っていたとしたら、私は愚かであっただろうからだ」しかし、言説の即興性を完全に否定すべきだとか、あるいは逆に、それを価値のない場面で訓練すべきだとか、私は決して言わない。むしろ、これは薬の分量のように扱われるべきである。成人に達するまでは、即興で何かを語るべきではないと私は考える。しかし、能力が根づいたときには、状況が求めるならば、その時こそ言説において自由奔放に振る舞うのがふさわしい。なぜなら、長い間縛られていた人々が、たとえ後で解放されたとしても、長年の鎖の習性によって歩くことができず足をつまずかせるのと全く同様に、長い間言説を緊縛してきた人々も、たとえいつか即席で語る必要が生じたとしても、やはりそれと同じ表現の格調を保つからである。しかし、まだ子供である彼らに、その場の思いつきで語ることを許すのは、極限の無駄口の原因となる。下手な画家がアペレスに絵を見せて、「これをたった今描きました」と言ったところ、アペレスは「君がそう言わなくても、それが素早く描かれたことは分かっている。ただ、どうしてこのような絵をもっとたくさん描かなかったのかが不思議だがね」と言ったそうだ。さて、私は議論の最初の前提に戻るのであるが、演劇的で大げさな文体を避けるよう勧告するのと同様に、今度はまた、表現の細かすぎる詮索や低俗さを警戒し、避けることを勧告する。なぜなら、過度に大げさな文体は政治にそぐわず、あまりにも貧弱な文体は感動を与えないからである。そして、肉体がただ健康であるだけでなく、頑健でなければならないのと同様に、言説もまた、ただ病んでいないだけでなく、力強くあらねばならない。なぜなら、安全なものは単に称賛されるだけだが、危険を伴うものは感嘆をも受けるからである。そして私は、魂のあり方についても同じ意見を持っている。というのも、大胆であってはならず、臆病で気おされた者であってもならないからである。前者は破廉恥に陥り、後者は奴隷根性に陥るからである。すべてのことにおいて中庸を行くことこそが、技術的であり、また調和がとれている。そして私は、教育についてまだ覚えているうちに、それについての私の意見を述べたい。単一のスタイルの言説は、第一に、教養のなさの小さくない証拠であると私は考える。第二に、それは訓練において飽きやすく、全く持続しないものであると思う。なぜなら、すべてのことにおいて、一本調子は退屈で不快なものであり、変化こそが、他のあらゆること、例えば聴くものや見るものにおいてそうであるように、愉快なものだからである。

構文注4 件
  1. 6cπρὸς δὲ τούτοις τί ἂν...

    τί ἂνの後に動詞(例:ἐπιτρέποι τις「人が許すだろうか」、あるいはπροσδοκῴη τις「人が期待するだろうか」)の省略が想定される箇所。即興での発言を戒める文脈において、子供たちにそれを求めることの不合理さを強調する。

  2. 6cεἰδότων

    属格複数分詞。先行する名詞(話し手たち)が省略されており、「〜を知らない人々(の言説)」という関係を示す。

  3. 6dκαὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ... ἠμέλουν

    助詞 ἄν を伴う直説法未完了過去 ἦν と、条件節内の直説法未完了過去 ἠμέλουν による、過去の事実に反する仮定法(反実仮想)。「もし〜を怠っていたならば、私は愚かであっただろう(実際には怠っていないので、愚かではない)」という強い確信を表す。

  4. 7aἐπανάγω γὰρ

    ここでの小辞 γάρ は、因果関係(なぜなら)を説明するのではなく、直前の対話(アペレスの逸話)による脱線から、本来の主要な議論(最初の前提)へと復帰・再導入するためのものである。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:9