§4.1ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον.
これらのことを、ある者たちはすでに満足し信頼してその変化に驚嘆したが、他の者たちは、彼が戦争のために民衆の機嫌を取っているのだとして、時局に応じた不可避の政策であると考えた。
ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς·
というのも、すでにウィテリウスが皇帝の権威と権力を手に入れたということが確実な知らせとして届いていたからである。
καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.
そして、急使が絶え間なくやってきては、常に何かが彼に味方していると告げる一方で、別の使者たちは、パンノニア、ダルマティア、およびマイシア周辺の軍勢が、その指揮官たちとともにオトを選んだと報告していた。
§4.2ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας.
まもなく、シリアにいるムキアヌスとユダヤにいるウェスパシアヌス(それぞれ大軍を擁していた)からも友好の書簡が届き、これに力づけられたオトはウィテリウスに手紙を書き、兵士としての分をわきまえるよう勧め、自分(オト)が多額の金銭と、彼が平穏のうちに最も容易で最も快適な生活を送れるような都市を与えるであろうと告げた。
§4.3ἀντέγραψε δὲ κἀκεῖνος αὐτῷ κατειρωνευόμενος ἡσυχῆ πρῶτον ἐκ δὲ τούτου διερεθιζόμενοι πολλὰ βλάσφημα καὶ ἀσελγῆ χλευάζοντες ἀλλήλοις ἔγραφον, οὐ ψευδῶς μέν, ἀνοήτως δὲ καὶ γελοίως θατέρου τὸν ἕτερον ἃ προσῆν ἀμφοτέροις ὀνείδη λοιδοροῦντος.
彼もまた、最初はいくらか皮肉を交えて返書を送ったが、ここから互いに刺激し合って、多くの誹謗と節度のない嘲りを含む手紙を送り合うようになった。 それは虚偽ではないにせよ、愚かで滑稽なことであった。 というのも、一方が他方に対して、両者に共通して備わっている恥ずべき点を非難し合っていたからである。
ἀσωτίας γὰρ καὶ μαλακίας καὶ ἀπειρίας πολέμων καὶ τῶν πρόσθεν ἐπὶ πενίᾳ χρεῶν πλήθους ἔργον ἦν εἰπεῖν ὁποτέρῳ μεῖον αὐτῶν μέτεστι.
放蕩、軟弱、戦争への無経験、およびかつて貧困ゆえに抱えた膨大な負債について、彼らのうちどちらがより少なくそれらを持ち合わせているかを言うのは、困難なことだったからである。
§4.4σημείων δὲ καὶ φαντασμάτων πολλῶν λεγομένων, τὰ μὲν ἄλλα φήμας ἀδεσπότους καὶ ἀμφιβόλους εἶχεν, ἐν δὲ Καπιτωλίῳ Νίκης ἐφεστώσης ἅρματι τὰς ἡνίας πάντες εἶδον ἀφειμένας ἐκ τῶν χειρῶν, ὥσπερ κρατεῖν μὴ δυναμένης, καὶ τὸν ἐν μεσοποταμίᾳ νήσῳ Γαΐου Καίσαρος ἀνδριάντα μήτε σεισμοῦ γεγονότος μήτε πνεύματος ἀφʼ ἑσπέρας μεταστραφέντα πρὸς τὰς ἀνατολάς·
多くの前兆や幻影が語られる中で、他のものは出所不明で曖昧な噂にすぎなかったが、カピトリウムでは、戦車の上に立つ勝利の女神の手から手綱が放されているのを誰もが見た。 まるで手綱を握り続けることができないかのようであった。 また、テベレ川の中州にあるガイウス・カエサルの像が、地震も風も起こらなかったのに、西から東へと向きを変えた。
§4.5ὅ φασι συμβῆναι περὶ τὰς ἡμέρας ἐκείνας ἐν αἷς οἱ περὶ Οὐεσπεσιανὸν ἐμφανῶς ἤδη τῶν πραγμάτων ἀντελαμβάνοντο.
このことは、ウェスパシアヌスとその一派がすでに公然と政権を奪おうと動き出していた時期に起こったと言われている。
καὶ τὸ περὶ τὸν Θύμβριν δὲ σύμπτωμα σημεῖον ἐποιοῦντο οἱ πολλοὶ μοχθηρόν.
また、ティベリス川に関する出来事をも、多くの者は不吉な前兆とみなした。
ἦν μὲν γὰρ ὥρα περὶ ἣν μάλιστα οἱ ποταμοὶ πλήθουσιν, ἀλλʼ οὔπω τοσοῦτος ἤρθη πρότερον, οὐδὲ ἀπώλεσε τοσαῦτα καὶ διέφθειρεν, ὑπερχυθεὶς καὶ κατακλύσας πολὺ μέρος τῆς πόλεως, πλεῖστον δὲ ἐν ᾧ τὸν ἐπὶ πράσει διαπωλοῦσι σῖτον, ὡς δεινὴν ἀπορίαν ἡμερῶν συχνῶν κατασχεῖν.
というのも、それは川が最も増水する時期ではあったが、かつてこれほどまで水位が上がったことはなく、川が溢れて都市の大部分(特に販売用の穀物を商う市場)を浸水させ、何日もの間、深刻な食糧不足をもたらすほどの甚大な被害と破壊を与えたことはなかったからである。