Humanitext Reader

普鲁塔克 · 奥托传 §4.1-4.5

奥托与维特里乌斯的互贬书信及罗马凶兆

第 4 段,共 18 段 · 希腊语

内容简介

就在奥托的政策被视为战争期间的怀柔手段时,他与维特里乌斯开始互相写信痛骂对方不光彩的过去;与此同时,罗马城内出现了不祥的预兆以及严重的洪水。

§4.1ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον.
对于这些举措,有些人因已感满足和信任而对这转变感到惊奇,另一些人则认为这是适应时局的权宜之计,盖因战争之故,他必须笼络人心。
ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς· καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.
因为当时已确切传来消息,维特里乌斯已获取了皇帝的尊号与权力;且急使源源不断地到来,总在报告又有什么力量投向了他,而另一些使者则表明潘诺尼亚、达尔马提亚以及默西亚一带的军队已连同其指挥官一起推戴了奥托。
§4.2ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας.
不久,在叙利亚拥有大军的穆基亚努斯和在犹太拥有大军的韦斯巴芗也寄来了友好的信件。 奥托受此鼓舞,便给维特里乌斯写信,劝他安分守己作个军人,并表示自己将赐予他巨额资金以及一座城市,使他能在那里安享最轻松、最舒适的隐逸生活。
§4.3ἀντέγραψε δὲ κἀκεῖνος αὐτῷ κατειρωνευόμενος ἡσυχῆ πρῶτον ἐκ δὲ τούτου διερεθιζόμενοι πολλὰ βλάσφημα καὶ ἀσελγῆ χλευάζοντες ἀλλήλοις ἔγραφον, οὐ ψευδῶς μέν, ἀνοήτως δὲ καὶ γελοίως θατέρου τὸν ἕτερον ἃ προσῆν ἀμφοτέροις ὀνείδη λοιδοροῦντος.
维特里乌斯也给奥托写了回信,起初还略带温和的讽刺;但此后双方互相激怒,便在信中相互写了许多污蔑和放荡的嘲弄,这些话虽非虚构,却愚蠢而可笑,因为一方向另一方痛骂的耻辱正是他们双方共同拥有的。
ἀσωτίας γὰρ καὶ μαλακίας καὶ ἀπειρίας πολέμων καὶ τῶν πρόσθεν ἐπὶ πενίᾳ χρεῶν πλήθους ἔργον ἦν εἰπεῖν ὁποτέρῳ μεῖον αὐτῶν μέτεστι.
对于放荡、软弱、缺乏军事经验以及此前因贫困而欠下的累累债务,要想说他们两人中谁的劣迹更少一些,实在是一件难事。
§4.4σημείων δὲ καὶ φαντασμάτων πολλῶν λεγομένων, τὰ μὲν ἄλλα φήμας ἀδεσπότους καὶ ἀμφιβόλους εἶχεν, ἐν δὲ Καπιτωλίῳ Νίκης ἐφεστώσης ἅρματι τὰς ἡνίας πάντες εἶδον ἀφειμένας ἐκ τῶν χειρῶν, ὥσπερ κρατεῖν μὴ δυναμένης, καὶ τὸν ἐν μεσοποταμίᾳ νήσῳ Γαΐου Καίσαρος ἀνδριάντα μήτε σεισμοῦ γεγονότος μήτε πνεύματος ἀφʼ ἑσπέρας μεταστραφέντα πρὸς τὰς ἀνατολάς·
虽然人们口口相传着许多预兆和异象,但其他异象都只是些无主且含糊的传言;但在卡皮托林山上,所有人都看见站在战车上的胜利女神,其手中的缰绳已经滑落,仿佛她已无法掌控;而在泰伯河沙洲上的盖乌斯·凯撒雕像,既无地震也无风暴,却在傍晚后由西转向了东方。
§4.5ὅ φασι συμβῆναι περὶ τὰς ἡμέρας ἐκείνας ἐν αἷς οἱ περὶ Οὐεσπεσιανὸν ἐμφανῶς ἤδη τῶν πραγμάτων ἀντελαμβάνοντο.
据说这件事发生在韦斯巴芗及其追随者已公然着手夺取政权的那几天。
καὶ τὸ περὶ τὸν Θύμβριν δὲ σύμπτωμα σημεῖον ἐποιοῦντο οἱ πολλοὶ μοχθηρόν.
此外,对于台伯河的泛滥,大众也将其视为不祥之兆。
ἦν μὲν γὰρ ὥρα περὶ ἣν μάλιστα οἱ ποταμοὶ πλήθουσιν, ἀλλʼ οὔπω τοσοῦτος ἤρθη πρότερον, οὐδὲ ἀπώλεσε τοσαῦτα καὶ διέφθειρεν, ὑπερχυθεὶς καὶ κατακλύσας πολὺ μέρος τῆς πόλεως, πλεῖστον δὲ ἐν ᾧ τὸν ἐπὶ πράσει διαπωλοῦσι σῖτον, ὡς δεινὴν ἀπορίαν ἡμερῶν συχνῶν κατασχεῖν.
因为虽然那正是河流涨水最盛的季节,但以前从未涨得如此之高,也从未因溢出并淹没城市的大部分地区(尤其是出售待售粮食的粮市)而造成如此巨大的损失和破坏,以致连续多日陷入了严重的饥荒。

词汇与语法注释

  1. §4.1δημαγωγοῦντος αὐτοῦ — 属格独立结构。主语为指代奥托的 αὐτοῦ,配合现在分词 δημαγωγοῦντος,用以表达他人将奥托的政策视作因战争而采取的临时“拉拢民心”手段的原因或背景(由于他正在收买民心)。
  2. §4.1ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα — 由分词 δηλοῦντες 引导的带对格的不定式结构。Ὄθωνα 是不定式 ᾑρῆσθαι(动词 αἱρέομαι“选择”的完成时中间/被动态)的逻辑主语(对格)。此处取中间态含义,意为“(军队)推戴了奥托”。介词短语 μετὰ τῶν ἡγεμόνων(与他们的指挥官一起)修饰该动作的实际发出者(军队)。
  3. §4.3ἔργον ἦν εἰπεῖν — 由名词 ἔργον、系动词 ἦν 与不定式 εἰπεῖν 构成的惯用表达,意为“要说出……是一件难事”。不定式 εἰπεῖν 带有间接疑问从句 ὁποτέρῳ μεῖον αὐτῶν μέτεστι(他们之中谁的劣迹更少)作为宾语,暗示两人同样声名狼藉,难以评判谁更好一些。
  4. §4.4ἐν μεσοποταμίᾳ νήσῳ — 直译为“在美索不达米亚(两河之间的)岛上”,但此处并非指地理上的美索不达米亚地区,而是指罗马的台伯河沙洲(Tiber Island)。普鲁塔克在此根据希腊语中“河流之间”的字面词源含义,将其作为形容词来修饰名词 νῆσος(岛屿)。

引用这一段

普鲁塔克, 奥托传 §4.1-4.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:4.1-4.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。