Humanitext Reader

プルタルコス · オト伝 §12.1-12.6

ベドリアクムの大会戦とオト軍の敗勢

12 / 18 箇所 · ギリシア語

要旨

オト軍とヴィテリウス軍の本隊が遭遇して激しい戦闘が始まり、両軍の主要レギオン(強奪者と援助者)が開けた平野で直接激突する。戦闘が進む中、オト側の剣闘士部隊はバタウィ人騎兵と敵の歩兵に阻まれて壊滅し、近衛兵たちも敵の猛勢を前にして敗走する。

§12.1ἐμπίπτει δὲ τοῖς προτεταγμένοις τῶν Ὄθωνος ἐκ δή τινος αἰτίας δόξα καὶ λόγος ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν πρὸς αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν, ἠσπάσαντο φιλίως συστρατιώτας προσαγορεύσαντες.
そして、オトの兵のうち前衛にいた者たちに、ある理由から、ヴィテリウスの将軍たちが自分たちの側に寝返りつつあるという思い込みと噂が生じた。 そこで彼らは、敵が近づいたときに、「戦友たちよ」と呼びかけて親しげに挨拶した。
ἐκείνων δὲ τὴν προσαγόρευσιν οὐκ εὐμενῶς, ἀλλὰ μετὰ θυμοῦ καὶ φωνῆς πολεμικῆς ἀμειψαμένων, τοῖς μὲν ἀσπασαμένοις ἀθυμία, τοῖς δὲ λοιποῖς ὑπόνοια κατὰ τῶν ἀσπασαμένων ὡς προδιδόντων παρέστη.
しかし、敵がその挨拶に好意的に応じることなく、怒りと戦いの叫び声をもって応じたため、挨拶した者たちには落胆が、その他の者たちには、挨拶した者たちが裏切ろうとしているのではないかという疑念が生じた。
§12.2καὶ τοῦτο πρῶτον αὑτοὺς ἐτάραξεν ἤδη τῶν πολεμίων ἐν χερσὶν ὄντων, εἶτα τῶν ἄλλων οὐδὲν ἦν κόσμῳ γινόμενον, ἀλλὰ πολλὴν μὲν ἀταξίαν τὰ σκευοφόρα τοῖς μαχομένοις ἐμπλαζόμενα παρεῖχε, πολλοὺς δὲ τὰ χωρία διασπασμοὺς ἐποίει τάφρων ὄντα μεστὰ καὶ ὀρυγμάτων, ἃ φοβούμενοι καὶ περιϊόντες ἠναγκάζοντο φύρδην καὶ κατὰ μέρη πολλὰ συμπλέκεσθαι τοῖς ἐναντίοις.
そして、すでに敵が間近に迫っている時に、これがまず彼らを混乱させた。 次いで、他の何一つとして秩序だって行われず、輜重隊が戦闘員たちに混ざり合って多大な混乱をもたらした。 また、その土地は掘り割りや穴で満ちていたため、多くの分断を引き起こし、兵たちはそれらを恐れて迂回するうちに、入り乱れて、多くの小さな集団に分かれて敵と交戦することを余儀なくされた。
§12.3μόναι δὲ δύο λεγεῶνες οὕτω γὰρ τὰ τάγματα Ῥωμαῖοι καλοῦσιν, ἐπίκλησιν ἡ μὲν Οὐϊτελλίου Ἅρπαξ, ἡ δὲ Ὄθωνος Βοηθός, εἰς πεδίον ἐξελίξασαι ψιλὸν καὶ ἀναπεπταμένον, νόμιμόν τινα μάχην, συμπεσοῦσαι φαλαγγηδόν, ἐμάχοντο πολὺν χρόνον.
ただ二つのレギオンだけが――ローマ人は軍団をこのように呼ぶのだが――通称、ヴィテリウスの側は「強奪者」、オトの側は「援助者」であるが、障害物のない開けた平原へと展開し、密集部隊となって衝突し、正規の戦闘を長い間戦った。
οἱ μὲν οὖν Ὄθωνος ἄνδρες ἦσαν εὔρωστοι καὶ ἀγαθοί, πολέμου δὲ καὶ μάχης τότε πρῶτον πεῖραν λαμβάνοντες·
オトの兵士たちは頑健で勇敢であったが、戦争と戦闘を経験するのはその時が初めてであった。
οἱ δὲ Οὐϊτελλίου πολλῶν ἀγώνων ἐθάδες, ἤδη δὲ γηραιοὶ καὶ παρακμάζοντες.
一方、ヴィテリウスの兵士たちは多くの戦いに慣れていたが、すでに高齢で全盛期を過ぎていた。
§12.4ὁρμήσαντες οὖν ἐπʼ αὑτοὺς οἱ Ὄθωνος ἐώσαντο καὶ τόν ἀετὸν ἀφείλοντο, πάντας ὁμοῦ τι τοὺς προμάχους ἀποκτείναντες·
そこでオトの兵たちは彼らに襲いかかり、押し戻して鷲旗を奪い取り、前衛のほぼ全員を殺害した。
οἱ δὲ ὑπὸ αἰσχύνης καὶ ὀργῆς ἐμπεσόντες αὐτοῖς τόν τε πρεσβευτὴν τοῦ τάγματος Ὀρφίδιον ἔκτειναν καὶ πολλὰ τῶν σημείων ἥρπασαν.
しかしヴィテリウスの兵たちは、恥辱と怒りから彼らに襲いかかり、軍団の使節であるオルフィディウスを殺害し、多くの軍旗を奪い返した。
τοῖς δὲ μονομάχοις ἐμπειρίαν τε καὶ θάρσος ἔχειν πρὸς τὰς συμπλοκὰς δοκοῦσιν ἐπήγαγεν Οὔαρος Ἀλφῆνος τοὺς καλουμένους Βατάβους.
一方、白兵戦において経験と不敵さを持つとみなされていた剣闘士たちに対して、アルフェヌス・ウァルスは、いわゆるバタウィ人たちを差し向けた。
§12.5εἰσὶ δὲ Γερμανῶν ἱππεῖς ἄριστοι, νῆσον οἰκοῦντες ὑπὸ τοῦ Ῥήνου περιρρεομένην.
彼らはゲルマン人の最良の騎兵であり、ライン川に囲まれた島に住んでいる。
τούτους ὀλίγοι μὲν τῶν μονομάχων ὑπέστησαν, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τόν ποταμὸν ἐμπίπτουσιν εἰς σπείρας τῶν πολεμίων αὐτόθι τεταγμένας, ὑφʼ ὧν ἀμυνόμενοι πάντες ὁμαλῶς διεφθάρησαν.
彼らに立ち向かった剣闘士はごくわずかで、大半は逃げて川の方へと向かい、そこに配置されていた敵のコホルスにぶつかり、防戦する彼らによってことごとく殺された。
§12.6αἴσχιστα δὲ ἠγωνίσαντο πάντων οἱ στρατηγικοί, μηδὲ ὅσον ἐν χερσὶ γενέσθαι τοὺς ἐναντίους ὑπομείναντες, ἀλλὰ καὶ τοὺς ἀηττήτους ἔτι φόβου καὶ ταραχῆς ἀνεπίμπλασαν φεύγοντες διʼ αὐτῶν, οὐ μὴν ἀλλὰ πολλοί γε τῶν Ὄθωνος νενικηκότες τοὺς καθʼ αὑτοὺς ἐβιάσαντο καὶ διεξέπεσον διὰ τῶν πολεμίων κρατούντων εἰς τὸ στρατόπεδον.
すべての者の中で最も不名誉な戦い方をしたのは近衛兵たちであり、敵が肉薄してくることさえ耐えきれず、それどころか、まだ破れていなかった者たちの間を逃げ惑うことによって、彼らをも恐怖と混乱で満たした。 とはいえ、自分たちの目の前の敵を破ったオトの兵の多くは、優勢な敵を突き破り、切り抜けて陣営へと退却した。

語釈・文法注

  1. 12.1ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν — 主観的な理由や思い込みを表す小辞 `ὡς` を伴う属格絶対構文。オトの兵士たちが抱いた誤った期待(敵の将軍たちが寝返りつつあるという根拠のない判断)を示している。
  2. 12.2ἃ φοβούμενοι καὶ περιϊόντες — 関係代名詞 `ἃ`(中性複数対格、先行詞は直前の `τάφρων ... καὶ ὀρυγμάτων`)は、2つの分詞 `φοβούμενοι` と `περιϊόντες` の共通の直接目的語。障害物を恐れて避ける動きを表す。
  3. 12.3νόμιμόν τινα μάχην — 動詞 `ἐμάχοντο` の同族対格(または直接目的語)。周囲の乱れた小競り合いとは対照的に、平野で両軍団が正面から向き合って行う「正規の、組織的な戦闘」であることを明示している。
  4. 12.4τοῖς δὲ μονομάχοις ... ἐπήγαγεν — 与格 `τοῖς δὲ μονομάχοις` は他動詞 `ἐπήγαγεν` の間接目的語。アルフェヌス・ウァルスが、剣闘士たちを標的としてバタウィ人騎兵を「差し向けた(けしかけた)」ことを意味する。
  5. 12.6μηδὲ ὅσον ἐν χερσὶ γενέσθαι τοὺς ἐναντίους ὑπομείναντες — 指示代名詞・関係詞 `ὅσον` は結果・程度を表す不定詞(`γενέσθαι`)を伴い、「敵が肉薄して近接戦(`ἐν χερσὶ`)になるほどの短い時間さえ持ちこたえずに」という極度の時間的・状況的制限を表す表現。

この箇所を引用する

プルタルコス, オト伝 §12.1-12.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:12.1-12.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。