Humanitext Reader

普鲁塔克 · 奥托传 §12.1-12.6

主力军团正面交锋与奥托军溃败

第 12 段,共 18 段 · 希腊语

内容简介

奥托军与维特里乌斯军的主力相遇并展开惨烈的战斗,双方的主要军团(强夺者与援助者)在开阔的平原上直接交锋。随着战斗的进行,奥托方的剑斗士部队遭到巴塔维骑兵和驻扎步兵大队的阻击而全军覆没,近卫军也在敌人的攻势面前可耻地溃逃。

§12.1ἐμπίπτει δὲ τοῖς προτεταγμένοις τῶν Ὄθωνος ἐκ δή τινος αἰτίας δόξα καὶ λόγος ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν πρὸς αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν, ἠσπάσαντο φιλίως συστρατιώτας προσαγορεύσαντες.
而在奥托的部属中,排在前列的士兵不知由于什么原因,产生了一种信念和传言,以为维特里乌斯的将领们要倒向他们。 因此,当他们接近时,便亲切地向对方打招呼,称他们为“战友”。
ἐκείνων δὲ τὴν προσαγόρευσιν οὐκ εὐμενῶς, ἀλλὰ μετὰ θυμοῦ καὶ φωνῆς πολεμικῆς ἀμειψαμένων, τοῖς μὲν ἀσπασαμένοις ἀθυμία, τοῖς δὲ λοιποῖς ὑπόνοια κατὰ τῶν ἀσπασαμένων ὡς προδιδόντων παρέστη.
然而,对方并没有友善地接受这一招呼,而是以愤怒和战斗的呐喊声作答,于是打招呼的人感到气馁,而其余的人则对这些打招呼的人产生了怀疑,以为他们正在背叛。
§12.2καὶ τοῦτο πρῶτον αὑτοὺς ἐτάραξεν ἤδη τῶν πολεμίων ἐν χερσὶν ὄντων, εἶτα τῶν ἄλλων οὐδὲν ἦν κόσμῳ γινόμενον, ἀλλὰ πολλὴν μὲν ἀταξίαν τὰ σκευοφόρα τοῖς μαχομένοις ἐμπλαζόμενα παρεῖχε, πολλοὺς δὲ τὰ χωρία διασπασμοὺς ἐποίει τάφρων ὄντα μεστὰ καὶ ὀρυγμάτων, ἃ φοβούμενοι καὶ περιϊόντες ἠναγκάζοντο φύρδην καὶ κατὰ μέρη πολλὰ συμπλέκεσθαι τοῖς ἐναντίοις.
在敌人已经迫在眉睫时,这件事首先使他们陷入了混乱;其次,其他事情没有一件是井然有序的,缩重车队混入战斗人员中,造成了极大的无序,而地形因布满了壕沟和坑洞,造成了多次队形断裂,士兵们因害怕和绕行这些障碍,被迫在混乱中且分成许多小股与敌人交战。
§12.3μόναι δὲ δύο λεγεῶνες οὕτω γὰρ τὰ τάγματα Ῥωμαῖοι καλοῦσιν, ἐπίκλησιν ἡ μὲν Οὐϊτελλίου Ἅρπαξ, ἡ δὲ Ὄθωνος Βοηθός, εἰς πεδίον ἐξελίξασαι ψιλὸν καὶ ἀναπεπταμένον, νόμιμόν τινα μάχην, συμπεσοῦσαι φαλαγγηδόν, ἐμάχοντο πολὺν χρόνον.
只有两个军团——因为罗马人这样称呼他们的部队——其别名,维特里乌斯的是“强夺者”,奥托的是“援助者”,它们展开到一片开阔平坦的平原上,以密集方阵相互冲撞,进行了一场规整的战斗,相持了很长时间。
οἱ μὲν οὖν Ὄθωνος ἄνδρες ἦσαν εὔρωστοι καὶ ἀγαθοί, πολέμου δὲ καὶ μάχης τότε πρῶτον πεῖραν λαμβάνοντες· οἱ δὲ Οὐϊτελλίου πολλῶν ἀγώνων ἐθάδες, ἤδη δὲ γηραιοὶ καὶ παρακμάζοντες.
奥托的士兵们健壮而勇敢,但当时是他们第一次尝试战争和战斗;而维特里乌斯的士兵们虽然习惯了许多战斗,但已经年迈且过了巅峰期。
§12.4ὁρμήσαντες οὖν ἐπʼ αὑτοὺς οἱ Ὄθωνος ἐώσαντο καὶ τόν ἀετὸν ἀφείλοντο, πάντας ὁμοῦ τι τοὺς προμάχους ἀποκτείναντες· οἱ δὲ ὑπὸ αἰσχύνης καὶ ὀργῆς ἐμπεσόντες αὐτοῖς τόν τε πρεσβευτὴν τοῦ τάγματος Ὀρφίδιον ἔκτειναν καὶ πολλὰ τῶν σημείων ἥρπασαν.
于是,奥托的士兵向他们发起冲锋,将他们击退并夺走了鹰旗,几乎杀死了所有的前锋士兵;但对方出于羞耻和愤怒反扑过来,杀死了该军团的使节奥尔菲迪乌斯,并夺回了许多军旗。
τοῖς δὲ μονομάχοις ἐμπειρίαν τε καὶ θάρσος ἔχειν πρὸς τὰς συμπλοκὰς δοκοῦσιν ἐπήγαγεν Οὔαρος Ἀλφῆνος τοὺς καλουμένους Βατάβους.
对于那些被认为在近战中富有经验和勇气的剑斗士,阿尔费努斯·瓦鲁斯派出了被称为巴塔维人的部队。
§12.5εἰσὶ δὲ Γερμανῶν ἱππεῖς ἄριστοι, νῆσον οἰκοῦντες ὑπὸ τοῦ Ῥήνου περιρρεομένην.
他们是日耳曼人中最优秀的骑兵,居住在一个被莱茵河环绕的岛上。
τούτους ὀλίγοι μὲν τῶν μονομάχων ὑπέστησαν, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τόν ποταμὸν ἐμπίπτουσιν εἰς σπείρας τῶν πολεμίων αὐτόθι τεταγμένας, ὑφʼ ὧν ἀμυνόμενοι πάντες ὁμαλῶς διεφθάρησαν.
只有少数剑斗士抵抗了他们,而大多数人则向大河方向逃跑,撞上了驻扎在那里的敌军步兵大队,在对方的防守反击中,他们毫无例外地全被歼灭。
§12.6αἴσχιστα δὲ ἠγωνίσαντο πάντων οἱ στρατηγικοί, μηδὲ ὅσον ἐν χερσὶ γενέσθαι τοὺς ἐναντίους ὑπομείναντες, ἀλλὰ καὶ τοὺς ἀηττήτους ἔτι φόβου καὶ ταραχῆς ἀνεπίμπλασαν φεύγοντες διʼ αὐτῶν, οὐ μὴν ἀλλὰ πολλοί γε τῶν Ὄθωνος νενικηκότες τοὺς καθʼ αὑτοὺς ἐβιάσαντο καὶ διεξέπεσον διὰ τῶν πολεμίων κρατούντων εἰς τὸ στρατόπεδον.
在所有人中战斗得最可耻的是近卫军,他们甚至无法忍受敌人逼近,反而通过在尚未战败的士兵中间逃跑,使他们也充满了恐惧和混乱;尽管如此,许多击败了眼前之敌的奥托士兵依然突破了包围,在胜利的敌人之中杀出一条血路,退回了营地。

词汇与语法注释

  1. 12.1ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν — 带有小词 `ὡς` 的属格绝对结构,用以引导主观臆断或传闻中的理由,表明奥托的士兵们误以为敌方将领正在倒戈这一毫无根据的想法。
  2. 12.2ἃ φοβούμενοι καὶ περιϊόντες — 关系代词 `ἃ`(中性复数宾格,先行词为前文的 `τάφρων ... καὶ ὀρυγμάτων`)是分词 `φοβούμενοι` 和 `περιϊόντες` 的共同直接宾语,描写士兵们因畏惧而绕开这些障碍物的动作。
  3. 12.3νόμιμόν τινα μάχην — 动词 `ἐμάχοντο` 的同族宾格(或直接宾语),用以明确两军在平原上正面交锋的“正规、有组织的战斗”性质,与周围混乱的零星冲突形成对比。
  4. 12.4τοῖς δὲ μονομάχοις ... ἐπήγαγεν — 与格 `τοῖς δὲ μο诺玛霍伊斯`(与格复数)是及物动词 `ἐπήγαγεν` 的间接宾语,表示阿尔费努斯·瓦鲁斯派出了巴塔维人作为对手去对付(针对)这些剑斗士。
  5. 12.6μηδὲ ὅσον ἐν χερσὶ γενέσθαι τοὺς ἐναντίους ὑπομείναντες — 关系词 `ὅσον` 在此带有表示程度或结果的动词不定式(`γενέσθαι`),意为“甚至没有坚守到敌人逼近至白兵战(`ἐν χερσὶ`)的那一刻”,表达了极度短暂的时间限制。

引用这一段

普鲁塔克, 奥托传 §12.1-12.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:12.1-12.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。