§13.1τῶν δὲ στρατηγῶν οὔτε Πρόκλος οὔτε Παυλῖνος συνεισελθεῖν ἐτόλμησαν, ἀλλʼ ἐξέκλιναν φοβούμενοι τοὺς στρατιώτας ἤδη τὴν αἰτίαν ἐπὶ τοὺς στρατηγοὺς τρέποντας.
しかし将軍たちのうちプロクロスもパウリヌスも(陣営に)共に入る勇気を持たず、兵士たちがすでに敗北の責任を将軍たちに転嫁しつつあるのを恐れて避けた。
Ἄννιος δὲ Γάλλος ἀνελάμβανεν ἐν τῇ πόλει καὶ παρεμυθεῖτο τοὺς ἐκ τῆς μάχης συλλεγομένους, ὡς ἀγχωμάλου γεγενημένης καὶ πολλοῖς κεκρατηκότας μέρεσι τῶν πολεμίων.
しかしアニウス・ガルスは市内で彼らを受け入れ、戦闘から集まってきた者たちを、戦いは互角であり、多くの局地戦で敵を圧倒したのだと言って慰めた。
§13.2Μάριος δὲ Κέλσος τοὺς ἐν τέλει συναγαγὼν ἐκέλευσε σκοπεῖν τὸ κοινόν, ὡς ἐπὶ συμφορᾷ τηλικαύτῃ καὶ φόνῳ τοσούτῳ πολιτῶν μηδὲ Ὄθωνος, εἴπερ ἀνὴρ ἀγαθός ἐστιν, ἐθελήσοντος ἔτι πειρᾶσθαι τῆς τύχης, ὅπου καὶ Κάτων καὶ Σκηπίων, Καίσαρι κρατοῦντι μετὰ Φάρσαλον εἶξαι μὴ θελήσαντες, αἰτίαν ἔχουσιν ὡς πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἐν Λιβύῃ παραναλώσαντες οὐκ ἀναγκαίως, καίπερ ἀγωνιζόμενοι περὶ τῆς Ῥωμαίων ἐλευθερίας.
マリウス・ケルススは役人たちを集め、共同体の利益を考慮するよう求めた。 これほどの災厄と市民の多大な流血に直面して、オトも、彼が良き人物であるなら、これ以上運を試すことは望まないだろうからである。 カトンやスキピオでさえ、ファルサロスの戦いの後に勝利したカイサルに屈することを望まなかったために、ローマ人の自由のために戦っていたにもかかわらず、リビアにおいて多くの良き人々を不必要に犠牲にしたとして非難されているのだから、と。
§13.3τὰ γὰρ ἄλλα κοινὴν ἡ τύχη παρέχουσα πᾶσιν ἑαυτὴν ἓν οὐκ ἀφαιρεῖται τῶν ἀγαθῶν, τὸ κἂν πταίσωσιν εὐλογιστεῖν πρὸς τὰ συντυγχάνοντα.
なぜなら、運命は他のあらゆる点において、すべての人に平等の立場を与えるが、良き人々から一つだけ奪い去らないものがある。 それは、たとえ躓いたとしても、生じた事態に対して賢明に対処することである。
ταῦτα λέγων ἔπειθε τοὺς ἡγεμονικούς, ἐπεὶ δὲ πειρώμενοι τοὺς στρατιώτας ἑώρων εἰρήνης δεομένους καὶ Τιτιανὸς ἐκέλευε πρεσβεύειν ὑπὲρ ὁμονοίας, ἔδοξε Κέλσῳ καὶ Γάλλῳ βαδίζειν καὶ διαλέγεσθαι τοῖς περὶ τὸν Κεκίναν καὶ Οὐάλεντα.
このように言って彼は指導者たちを説得した。 そして彼らが探ってみると、兵士たちが和平を求めているのがわかり、またティティアノスも和解を求めて使節を送るよう命じたので、ケルススとガルスは、カエキナやウァレンスの一行のもとへ赴き、会談することが妥当であると決した。
§13.4βαδίζουσι δὲ αὐτοῖς ἀπήντησαν ἑκατοντάρχαι τὴν μὲν δύναμιν ἤδη κεκινημένην λέγοντες ἐρχομένην ἐπὶ τὸ Βητριακόν, αὐτοὶ δὲ ὑπὸ τῶν στρατηγῶν ἀπεστάλθαι περὶ ὁμονοίας, ἐπαινέσαντες οὖν οἱ περὶ τὸν Κέλσον ἐκέλευσαν αὐτοὺς ἀναστρέψαντας πάλιν ἀπαντᾶν μετʼ αὐτῶν τοῖς περὶ τὸν Κεκίναν.
彼らが進んでいくと、百人隊長たちが行き会った。 彼らは、軍勢はすでに移動を開始してベドリアクムへ向かっているが、自分たちは和解のために将軍たちによって派遣されたのだと言った。 そこでケルススらは彼らを称賛し、引き返させて、自分たちとともに再びカエキナの一行に合流するよう求めた。
ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἐκινδύνευσεν ὁ Κέλσος.
しかし、近づいたときにケルススは危険に瀕した。
ἔτυχον γὰρ οἱ περὶ τὴν ἐνέδραν ἡττημένοι πρότερον ἱππεῖς προεξελαύνοντες.
というのも、以前伏兵作戦で敗北した騎兵たちが、偶然にも先頭を進んでいたからである。
§13.5ὡς οὖν προσιόντα τὸν Κέλσον κατεῖδον, εὐθὺς βοήσαντες ὥρμησαν ἐπ αὐτόν, οἱ δὲ ἑκατοντάρχαι προέστησαν ἀνείργοντες·
そこで彼らはケルススが近づいてくるのを見ると、直ちに叫び声を上げて彼に襲いかかったが、百人隊長たちが前面に立ち塞がって彼らを制止した。
καὶ τῶν ἄλλων λοχαγῶν φείδεσθαι βοώντων οἱ περὶ τὸν Κεκίναν πυθόμενοι καὶ προσελάσαντες τὴν ἀκοσμίαν ταχὺ τῶν ἱππέων ἔπαυσαν, τὸν δὲ Κέλσον ἀσπασάμενοι φιλοφρόνως ἐβάδιζον μετʼ αὐτῶν εἰς τὸ Βητριακόν.
そして他の指揮官たちが容赦するよう叫ぶなか、カエキナらはそのことを知ると馬を走らせてやって来て、騎兵たちの無秩序な振る舞いを速やかに静めた。 そしてケルススを親切に歓迎し、彼らとともにベドリアクムへと進んだ。
§13.6ἐν δὲ τούτῳ μετάνοια Τιτιανὸν ἔσχεν ἐκπέμψαντα τοὺς πρέσβεις· καὶ τῶν στρατιωτῶν τοὺς θρασυνομένους αὖθις ἀνεβίβαζεν ἐπὶ τὰ τείχη καὶ τοὺς ἄλλους παρεκάλει βοηθεῖν.
その間に、使節を送り出したティティアノスは後悔の念に囚われ、兵士のうち強硬な者たちを再び城壁の上に登らせ、他の者たちにも防衛に加わるよう促した。
τοῦ δὲ Κεκίνα προσελάσαντος τῷ ἵππῳ καὶ τὴν δεξιὰν ὀρέγοντος οὐδεὶς ἀντέσχεν, ἀλλʼ οἱ μὲν ἀπὸ τῶν τειχῶν ἠσπάζοντο τοὺς στρατιώτας, οἱ δὲ τὰς πύλας ἀνοίξαντες ἐξῄεσαν καὶ ἀνεμίγνυντο τοῖς προσήκουσιν.
しかしカエキナが馬を寄せて右手を差し出すと、誰も持ちこたえられず、ある者は城壁から(敵の)兵士たちに挨拶し、ある者は門を開けて出て行き、やって来た者たちと交じり合った。
§13.7ἠδίκει δὲ οὐδείς, ἀλλὰ καὶ φιλοφροσύναι καὶ δεξιώσεις ἦσαν, ὤμοσαν δὲ πάντες περὶ τοῦ Οὐϊτελλίου καὶ προσεχώρησαν.
そして誰も不当な扱いを受けることはなく、かえって親愛の情と握手があり、全員がヴィテリウスへの忠誠を誓って帰順した。