Humanitext Reader

プルタルコス · セルトリウス伝 §3.1-3.5

ガリアでの勇戦とイベリア反乱の鎮圧

3 / 27 箇所 · ギリシア語

要旨

セルトリウスはガリアでの敗戦においてローヌ川を泳いで渡り、敵地に潜入して偵察を成功させるなど頭角を現した。その後、イベリアでの冬営中に反乱を起こした現地住民を、敵の衣服に変装する奇策によって制圧した。

§3.1πρῶτον μὲν οὖν Κίμβρων καὶ Τευτόνων ἐμβεβληκότων εἰς Γαλατίαν στρατευόμενος ὑπὸ Καιπίωνι, κακῶς ἀγωνισαμένων τῶν Ῥωμαίων καὶ τροπῆς γενομένης ἀποβεβληκὼς τὸν ἵππον καὶ κατατετρωμένος τὸ σῶμα τὸν Ῥοδανὸν διεπέρασεν, αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ πρὸς ἐναντίον ῥεῦμα πολὺ νηχόμενος·
まず最初に、キンブリー族とテウトネス族がガリアに侵入した際、カエピオの指揮下で従軍していたが、ローマ軍が惨敗して敗走が始まったとき、彼は馬を失い、体に傷を負いながらも、鎧も盾も身につけたままで、激しい逆流に向かって泳ぎ、ローヌ川を渡りきった。
οὕτω τὸ σῶμα ῥωμαλέον ἦν αὐτῷ καὶ διάπονον τῇ ἀσκήσει.
それほどまでに、彼の体は頑健であり、鍛錬によって鍛え上げられていた。
§3.2δεύτερον δὲ τῶν αὑτῶν ἐπερχομένων μυριάσι πολλαῖς καὶ δειναῖς ἀπειλαῖς, ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει τότε καὶ τ πείθεσθαι τῷ στρατηγῷ μέγα ἔργον εἶναι, Μάριος μὲν ἡγεῖτο, Σερτώριος δὲ κατασκοπὴν ὑπέστη τῶν πολεμίων, ἐσθῆτι δὲ Κελτικῇ σκευασάμενος καὶ τὰ κοινότατα τῆς διαλέκτου πρὸς ἔντευξιν ἐπὶ καιροῦ παραλαβών, ἀναμίγνυται τοῖς βαρβάροις·
\n 第二に、同じ敵が何万もの大群と恐るべき脅しをもって押し寄せてきて、当時ローマの軍人が隊列にとどまることや、将軍に従うことさえも大仕事であるほどであったとき、マリウスが指揮を執っていたが、セルトリウスは敵の偵察を引き受けた。 彼はケルト人の衣服を身にまとい、応対のために彼らの言語の最も一般的な表現を臨機応変に習得した上で、野蛮人たちの中に紛れ込んだ。
καὶ τὰ μὲν ἰδών, τὰ δʼ ἀκοῇ πυθόμενος τῶν ἐπειγόντων ἐπανῆλθε πρὸς Μάριον.
そして、ある事柄は目撃し、またある事柄は差し迫った計画について聞き知って、マリウスのもとへと戻った。
§3.3τότε μὲν οὖν ἀριστείων ἔτυχεν·
\n その時、彼は武勲の褒賞を得た。
ἐν δὲ τῇ λοιπῇ στρατείᾳ πολλὰ καὶ συνέσεως ἔργα καὶ τόλμης ἀποδειξάμενος εἰς ὄνομα καὶ πίστιν ὑπὸ τοῦ στρατηγοῦ προήχθη, Μετὰ δὲ τὸν Κίμβρων καὶ Τευτόνων πόλεμον ἐκπεμφθεὶς ὑπὸ Δειδίῳ στρατηγῷ χιλίαρχος ἐπὶ Ἰβηρίας ἐν τῇ πόλει Κάστλωνι παρεχείμαζε τῆς Κελτιβήρων.
そして残りの従軍期間中にも、知性と勇気を示す多くの業績を立てたので、将軍によって名声と信頼を博する地位へと引き上げられた。 キンブリー・テウトネス戦争の後、将軍ディディウスのもとで千人隊長としてイベリアへ派遣され、ケルティベリア地方の都市カストゥロで冬営した。
§3.4ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ὠριτανῶν καὶ κατʼ οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετʼ ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών κύκλῳ τὴν πόλιν περιῆλθε·
\n しかし、兵士たちが過剰な物資ゆえに傲慢になり、その多くが泥酔しているのを見て、野蛮人たちは彼らを軽んじ、夜間に隣のオリタニア人から援軍を呼び寄せ、家々を襲ってローマ兵を殺害した。 セルトリウスは少数の者たちとともに密かに脱出し、逃げ出してきた者たちをまとめ上げると、市を囲むように迂回した。
καὶ καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας.
そして、野蛮人たちが気づかれずに侵入した、開け放たれたままの門を見つけると、彼らと同じ目には遭わず、それどころか守備兵を配置して市を四方から制圧し、兵役年齢にある者を全員殺害した。
§3.5ὡς δὲ ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς.
\n 彼らが殺されると、彼は兵士たち全員に、自分たちの武器と衣服を置き、野蛮人のもので武装して、夜間に自分たちを襲った者たちを送り出したあの都市へとついて来るように命じた。
ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους τάς τε πύλας ἀνεῳγμένας εὗρε καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις.
そして、武器の外見によって野蛮人たちを欺くことで、門が開け放たれているのを見出し、目的を果たした友人や市民を出迎えるつもりでいる多くの人々を捕らえた。
διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν.
そのため、大部分の者は門の付近でローマ兵によって虐殺され、残りの者たちは降伏して奴隷として売られた。

語釈・文法注

  1. §3.1αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ — 代名詞 αὐτός の与格(αὐτῷ)が名詞の与格と結合して「〜もろとも」「〜を身につけたまま」という随伴あるいは一体化を表す慣用的な与格表現。ここでは「鎧も盾も身につけたままで」の意。
  2. §3.2ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει — 接続詞 ὥστε が導く結果の不定詞節。対格 ἄνδρα Ῥωμαῖον は、冠詞付き不定詞 τὸ μένειν および τὸ πείθεσθαι の意味上の主語。
  3. §3.4καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες — 先行詞 πύλας が関係節の内部に取り込まれた(先行詞の繰り込み)構造。また、動詞 λανθάνω (ἔλαθον) と分詞 παρεισπεσόντες が結合して「気づかれずに〜する」を意味する慣用表現を形成している。全体として「野蛮人たちが気づかれずに侵入した門」となる。
  4. §3.5ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους — 動詞 ψεύδω の中動態分詞 ψευσάμενος が「欺く」という他動詞的意味を持ち、対格の目的語 τοὺς βαρβάρους を取り、与格の手段 τῇ ... ὄψει を伴っている。「武器の外見によって野蛮人たちを欺くことで」の意。

この箇所を引用する

プルタルコス, セルトリウス伝 §3.1-3.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:3.1-3.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。