§3.1πρῶτον μὲν οὖν Κίμβρων καὶ Τευτόνων ἐμβεβληκότων εἰς Γαλατίαν στρατευόμενος ὑπὸ Καιπίωνι, κακῶς ἀγωνισαμένων τῶν Ῥωμαίων καὶ τροπῆς γενομένης ἀποβεβληκὼς τὸν ἵππον καὶ κατατετρωμένος τὸ σῶμα τὸν Ῥοδανὸν διεπέρασεν, αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ πρὸς ἐναντίον ῥεῦμα πολὺ νηχόμενος· οὕτω τὸ σῶμα ῥωμαλέον ἦν αὐτῷ καὶ διάπονον τῇ ἀσκήσει.
首先,在辛布里人和条顿人入侵高卢时,他在凯皮奥手下服役,在罗马人打得很惨且溃败发生后,他虽然失去了战马且身体受伤,但仍身穿铠甲并手持盾牌,迎着湍急的逆流游过了罗讷河;他的身体就是这样强壮且因锻炼而耐劳。
§3.2δεύτερον δὲ τῶν αὑτῶν ἐπερχομένων μυριάσι πολλαῖς καὶ δειναῖς ἀπειλαῖς, ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει τότε καὶ τ πείθεσθαι τῷ στρατηγῷ μέγα ἔργον εἶναι, Μάριος μὲν ἡγεῖτο, Σερτώριος δὲ κατασκοπὴν ὑπέστη τῶν πολεμίων, ἐσθῆτι δὲ Κελτικῇ σκευασάμενος καὶ τὰ κοινότατα τῆς διαλέκτου πρὸς ἔντευξιν ἐπὶ καιροῦ παραλαβών, ἀναμίγνυται τοῖς βαρβάροις· καὶ τὰ μὲν ἰδών, τὰ δʼ ἀκοῇ πυθόμενος τῶν ἐπειγόντων ἐπανῆλθε πρὸς Μάριον.
\n 其次,当相同的敌人以数万之众和可怕的威胁逼近,以至于当时一个罗马士兵坚守岗位并服从将军都成为一件伟大的难事时,马略担任指挥,而塞尔托里乌斯则承担了对敌人的侦察任务;他换上凯尔特人的装束,并适时掌握了他们最常用的交际方言,混入了蛮族之中;他亲眼目睹了一些事情,又听闻了另一些紧急计划,随后回到了马略身边。
§3.3τότε μὲν οὖν ἀριστείων ἔτυχεν· ἐν δὲ τῇ λοιπῇ στρατείᾳ πολλὰ καὶ συνέσεως ἔργα καὶ τόλμης ἀποδειξάμενος εἰς ὄνομα καὶ πίστιν ὑπὸ τοῦ στρατηγοῦ προήχθη, Μετὰ δὲ τὸν Κίμβρων καὶ Τευτόνων πόλεμον ἐκπεμφθεὶς ὑπὸ Δειδίῳ στρατηγῷ χιλίαρχος ἐπὶ Ἰβηρίας ἐν τῇ πόλει Κάστλωνι παρεχείμαζε τῆς Κελτιβήρων.
\n 因此,在当时他获得了战功奖赏;在其余的服役期间,他展示了许多充满智慧和勇气的行为,因而被将军提升到具有名望和信任的地位。 在与辛布里人和条顿人的战争之后,他作为军团司令官在将军迪迪乌斯麾下被派往伊比利亚,在凯尔特伊比利亚人的卡斯图洛城冬营。
§3.4ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ὠριτανῶν καὶ κατʼ οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετʼ ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών κύκλῳ τὴν πόλιν περιῆλθε·
\n 然而,由于士兵们在丰裕中骄横且大多醉酒,蛮族人轻视他们,在夜间从邻近的奥雷塔尼人那里召来援军,并逐户袭击杀死他们。
καὶ καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας.
塞尔托里乌斯与少数人一同脱险,并聚集了逃出来的人,绕城一圈;他发现蛮族人悄悄潜入时所经过的城门正敞开着,他没有遭遇与那些罗马兵相同的命运,而是布置了守卫,从各处控制了城市,杀死了所有符合兵役年龄的人。
§3.5ὡς δὲ ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς.
\n 在他们被消灭后,他命令所有士兵放下自己的武器和衣服,换上蛮族的装备,跟随他前往夜袭他们的敌人所来自的那座城市。
ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους τάς τε πύλας ἀνεῳγμένας εὗρε καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις.
由于用武器的外观欺骗了蛮族,他发现城门大开,并捕获了许多以为是在迎接凯旋的朋友和同胞的人。
διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν.
因此,大多数人在城门附近被罗马人屠杀,其余的人则投降并被卖为奴隶。