§18.1μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον ἢ στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος·
それゆえ、彼がメテッルスらと戦っている間は、ほとんどの場合において成功を収めていると思われていた。 というのも、メテッルスは老齢と生まれつきの動作の遅さのために、大胆で正規の軍隊というよりはむしろ略奪的な部隊を率いる男に対して、太刀打ちできなかったからである。
ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς, ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν πόλεμον μεταχειρίσασθαι τῶν τότε στρατηγῶν.
しかし、ピレネー山脈を越えてきたポンペイウスの近くに陣を敷き、将軍としてのあらゆる戦術の試練を一方では与え、他方では受けながら、対抗策を講じかつ警戒して優位に立っていたとき、彼は当時の将軍たちのうちで戦争を遂行することにおいて最も優れている者として、ローマにまで非常に広く評判が知れ渡った。
§18.2οὐ γάρ τι μικρὸν ἦν τὸ Πομπηΐου κλέος, ἀλλʼ ἤνθει τότε μάλιστα πρὸς δόξαν ἐκ τῶν περὶ Σύλλαν ἀνδραγαθημάτων, ἐφʼ οἷς καὶ Μᾶγνος ὑπʼ αὐτοῦ, τουτέστι Μέγας, ἐπωνομάσθη τιμῶν τε θριαμβικῶν οὔπω γενειῶν ἔτυχεν.
ポンペイウスの名声は決して小さなものではなく、むしろ当時、スッラの下での武勲によって名声の絶頂にあり、それらの武勲に基づいて、彼によって「マグヌス」、すなわち「偉大なる者」とも名付けられ、まだ髭も生えそろわないうちに凱旋式の栄誉を得ていたのである。
ὅθεν καὶ πολλαὶ τῶν ὑπὸ Σερτωρίῳ πόλεων ἀποβλέψασαι πρὸς αὐτὸν ὁρμὴν μεταβολῆς ἔσχον, εἶτα ἐπαύσαντο, τοῦ περὶ Λαύρωνα πάθους παρὰ πᾶσαν ἐλπίδα συμβάντος.
それゆえ、セルトリウスの支配下にあった多くの都市も、彼に目を向けて寝返りの衝動を抱いたが、その後思いとどまった。 ラウロンをめぐる惨劇が、すべての予想に反して起こったからである。
§18.3Σερτωρίου γὰρ πολιορκοῦντος αὑτοὺς ἧκε Πομπήϊος πανστρατιᾷ βοηθήσων εἶτα ὁ μὲν λόφον εὖ δοκοῦντα πεφυκέναι κατὰ τῆς πόλεως προληψόμενος, ὁ δὲ τοῦτο κωλύσων ἠπείγετο.
セルトリウスが彼らを包囲していたので、ポンペイウスは救援するために全軍を率いてやって来た。 それから、一方(ポンペイウス)は都市に対して有利な位置にあると思われる丘を先占しようとし、他方(セルトリウス)はこれを阻止しようとして急いだ。
τοῦ δὲ Σερτωρίου φθάσαντος ἐπιστήσας τὸν στρατὸν ὁ Πομπήϊος ἔχαιρε τῇ συντυχίᾳ, νομίζων ἐν μέσῳ τῆς πόλεως καὶ τῆς αὐτοῦ στρατιᾶς ἀπειλῆφθαι τὸν Σερτώριον καὶ πρὸς τοὺς Λαυρωνίτας εἰσέπεμψε θαρρεῖν κελεύων καὶ καθῆσθαι περὶ τὰ τείχη θεωμένους πολιορκούμενον Σερτώριον.
しかしセルトリウスが先んじたので、ポンペイウスは軍を静止させ、この成り行きを喜んだ。 セルトリウスが都市と自分の軍隊の間に挟み撃ちにされたと考えたからである。 そして、ラウロンの人々に使者を送り、元気を出すように、また城壁の周りに腰掛けて、包囲されているセルトリウスを見物しているようにと言った。
§18.4ἐκεῖνος δʼ ἀκούσας ἐγέλασε, καὶ τὸν Σύλλα μαθητὴν οὕτω γὰρ τὸν Πομπήϊον ἐπισκώπτων προσηγόρευεν αὐτὸς ἔφη διδάξειν ὅτι δεῖ τὸν στρατηγὸν κατόπιν μᾶλλον ἢ κατὰ πρόσωπον βλέπειν.
セルトリウスはこれを聞いて笑い、そして「スッラの弟子」(彼はポンペイウスをあざ笑ってそう呼んでいたのだが)に、将軍たる者は前方よりもむしろ後方を見るべきであることを自分自身が教えてやろうと言った。
ταῦτα δὲ λέγων ἅμα τοῖς πολιορκουμένοις ἐπεδείκνυεν ἑξακισχιλίους ὁπλίτας ὑπʼ αὐτοῦ καταλελειμμένους ἐπὶ τοῦ προτέρου χάρακος, ὅθεν ὁρμηθεὶς κατειλήφει τὸν λόφον, ὅπως ἐπὶ σφᾶς τρεπομένῳ τῷ Πομπηΐῳ κατὰ νώτου προσπέσοιεν.
彼はこう言いながら、同時に、包囲されている人々に対して、以前の陣営(そこから出発して彼はあの丘を占領したのであるが)に自分が残しておいた六千人の重装歩兵を示した。 それは、ポンペイウスが自分たちの方に向き直ったときに、背後から襲いかかるためであった。
§18.5ὃ δὴ καὶ Πομπήϊος ὀψὲ μάλα συμφρονήσας ἐπιχειρεῖν μὲν οὐκ ἐθάρρει κύκλωσιν δεδοικώς, ἀπολιπεῖν δὲ ᾐσχύνετο κινδυνεύοντας ἀνθρώπους, παρὼν δὲ καὶ καθήμενος ἠναγκάζετο ὁρᾶν ἀπολλυμένους·
このことをポンペイウスも非常に遅くなってから気づき、包囲されることを恐れて攻撃に踏み切る勇気が出ず、しかし危機に瀕している人々を見捨てることも恥じたため、その場に留まって、彼らが破滅していくのをただ傍観することを余儀なくされた。
ἀπέγνωσαν γὰρ αὑτοὺς οἱ βάρβαροι καὶ τῷ Σερτωρίῳ παρέδωκαν.
ラウロンの住民は絶望し、セルトリウスに降伏したからである。
§18.6ὁ δὲ τῶν μὲν σωμάτων ἐφείσατο καὶ πάντας ἀφῆκε, τὴν δὲ πόλιν κατέπρησεν, οὐχ ὑπʼ ὀργῆς οὐδʼ ὠμότητος, ἐλάχιστα γὰρ δοκεῖ θυμῷ χαρίσασθαι τῶν στρατηγῶν οὗτος ἁνήρ, ἀλλʼ ἐπʼ αἰσχύνῃ καὶ κατηφείᾳ τῶν τεθαυμακότων Πομπήϊον, ἵνα ᾖ λόγος ἐν τοῖς βαρβάροις ὅτι παρὼν ἐγγὺς καὶ μονονοὺ θερμαινόμενος τῷ πυρὶ τῶν συμμάχων οὐ προσήμυνεν.
セルトリウスは人々の命は助けて全員を解放したが、都市は焼き払った。 これは怒りや冷酷さからではなく(この男は将軍たちのうちで最も感情に流されることが少なかったと思われるからである)、むしろ、ポンペイウスを崇拝していた者たちに恥と落胆を与えるためであった。 それは、すぐ近くにいながら、その火でほとんど体を温められるほど近くにいたのに、同盟者を救援しなかったという噂がバルバロイの間で広まるようにするためであった。