Humanitext Reader

プルタルコス · セルトリウス伝 §19.1-19.6

スクロンの戦いとポンペイウスの敗走

19 / 27 箇所 · ギリシア語

要旨

セルトリウスはスクロンの戦いでポンペイウスを敗走に追い込むが、兵たちが馬の略奪に気を取られたために決定的勝利を逃し、翌朝メテッルスの合流を見て退却する。

§19.1ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι καὶ τοὺς καθʼ αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας·
こうして、セルトリウスにはより多くの敗北が降りかかった。 彼は自分自身と自分の指揮下の兵を常に不敗に保っていたが、他の将領たちのところでは敗北を喫していたのである。
ἐκ δὲ ὧν ἐπηνωρθοῦτο τὰς ἥττας μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρός Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Τουρίαν πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον.
しかし、彼がそれらの敗北を回復するやり方において、敵将たちが勝利しているときよりもむしろ彼は称賛された。 例えば、スクロンをめぐるポンペイウスとの戦いや、さらにトゥリアをめぐる、この者(ポンペイウス)とメテッルスの両者を相手にした戦いのように。
§19.2ἡ μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος.
さて、スクロンにおける戦いは、メテッルスが勝利を分かち合うことのないようにと、ポンペイウスが急がせたために起こったと言われている。
ὁ δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ, πρὶν ἐπελθεῖν τὸν Μέτελλον, διαγωνίσασθαι, παραγαγὼν δὲ ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον καὶ διώκουσι.
一方、セルトリウスは、メテッルスが到着する前にポンペイウスと決戦を行うことを望んでおり、すでに夕方になってから軍を進めて交戦した。 暗闇が、その地に不慣れで土地勘のない敵にとって、逃亡するにしても追撃するにしても、障害になるだろうと考えたからである。
§19.3γενομένης δὲ τῆς μάχης ἐν χερσίν ἔτυχε μὲν οὐ πρός Πομπήϊον αὐτός, ἀλλὰ πρός Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος, ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπʼ ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρός δὲ ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει.
戦いが接近戦になると、彼自身は最初、ポンペイウスに対してではなく、左翼を指揮するアフラニウスと対峙しており、自分は右翼に配置されていたが、ポンペイウスの激しい攻撃の前に、対峙していた自軍が退却し圧倒されていると聞き、右翼を他の将軍たちに任せ、自分は敗色濃厚なその箇所へと救援に駆けつけた。
§19.4καὶ τοὺς μὲν ἤδη τρεπομένους τοὺς δὲ ἔτι μένοντας ἐν τάξει συναγαγὼν καὶ ἀναθαρρύνας, ἐξ ὑπαρχῆς ἐνέβαλε τῷ Πομπηΐῳ διώκοντι, καὶ φυγὴν ἐποιήσατο πολλήν, ὅτε καὶ Πομπήϊος ἐγγὺς ἐλθὼν ἀποθανεῖν καὶ τραυματισθείς παραλόγως διέφυγεν.
そして、すでに敗走しかけていた者たちと、まだ隊列にとどまっていた者たちを集めて勇気づけ、追撃中であったポンペイウスに改めて襲いかかり、大いに敗走させた。 その際、ポンペイウスも死の危機に瀕し、傷を負いながらも、奇跡的に逃れた。
οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.
というのも、セルトリウス側のリビュア兵たちが、金で飾られ豪華な馬飾りでいっぱいの彼の馬を奪い取ると、それを互いに分配し争い合っているうちに、追撃を放棄してしまったからである。
§19.5Ἀφράνιος δὲ τοὺς ἀνθεστῶτας πρός αὑτὸν ἅμα τῷ Σερτώριον ἀπελθεῖν ἐπὶ θάτερα βοηθοῦντα τρεψάμενος εἰς τὸ στρατόπεδον κατήραξε·
アフラニウスは、セルトリウスがもう一方の支援のために立ち去ると同時に、自分に対峙していた者たちを敗走させ、陣営へと突入した。
καὶ συνεισπεσὼν ἐπόρθει σκότους ἤδη ὄντος, μήτε τὴν Πομπηΐου φυγὴν εἰδώς μήτε τοὺς στρατιώτας τῆς ἁρπαγῆς ἐπισχεῖν δυνάμενος, ἐν τούτῳ δὲ Σερτώριος ἀνέστρεψε τὸ καθʼ αὑτὸν νενικηκώς·
そして一緒に乱入して、すでに暗闇が訪れている中で略奪を行った。 ポンペイウスの敗走を知ることもなく、また兵士たちを略奪から制止することもできなかった。 その間にセルトリウスは、自分の分担していた側で勝利を収めて引き返してきた。
καὶ τοῖς Ἀφρανίου διʼ ἀταξίαν ταρασσομένοις ἐπιπεσών πολλοὺς διέφθειρε.
そして秩序の乱れによって混乱していたアフラニウスの兵たちに襲いかかり、多くの者を殺戮した。
§19.6πρωὶ δὲ αὖθις ἐξοπλισθεὶς ἐπὶ μάχην κατέβαινεν, εἶτα Μέτελλον αἰσθόμενος ἐγγὺς εἶναι λύσας τὴν τάξιν ἀνέζευξεν, εἰπών·
翌朝、彼は再び武装して戦いへと下りて行ったが、その後、メテッルスが近くにいることを察知すると、隊列を解いて撤退し、こう言った。
ἀλλʼ ἔγωγε τὸν παῖδα τοῦτον, εἰ μὴ παρῆν ἡ γραῦς ἐκείνη, πληγαῖς ἂν νουθετήσας εἰς Ῥώμην ἀπεστάλκειν.
「しかし、もしあの老婆がいなかったら、私はこの小僧にお仕置きをしてローマに送り返してやったものを。 」

語釈・文法注

  1. 19.1αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι ... θραυομένῳ δὲ — 与格分詞 `φυλάττοντι` と `θραυομένῳ` は、主節の与格(所有の与格) `τῷ Σερτωρίῳ` に一致している。自分自身と直属の軍は無敗に保ちつつも、他の将領の戦区では敗北を喫していたセルトリウスの対照的な状況を表す。
  2. 19.2τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον ¦p.52¦ καὶ διώκουσι — `ἔσεσθαι` は `οἰόμενος` に導かれる対格不定詞構文(主語は `τὸ σκότος`)。与格の `φεύγουσιν`(逃亡する者)と `διώκουσι`(追撃する者)は、名詞 `ἐμπόδιον`(障害)に係っており、暗闇が敵にとって逃亡と追撃の双方の妨げになると判断したことを示す。
  3. 19.6εἰ μὴ παρῆν ἡ γραῦς ¦p.54¦ ἐκείνη, πληγαῖς ἂν νουθετήσας εἰς Ῥώμην ἀπεστάλκειν — 接続詞 `εἰ` +直説法過去(`παρῆν`)と、帰結節の `ἄν` +直説法過去(`ἀπεστάλκειν`)からなる、過去(または現在)の事実に反する仮定(反実仮想条件文)。「あの老婆(メテッルス)がその場にいなかったならば、私はこの少年(ポンペイウス)にお仕置きをしてローマに送り返していただろうに」という強い悔しさを表す。

この箇所を引用する

プルタルコス, セルトリウス伝 §19.1-19.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:19.1-19.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。