§14.1ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις ὁ Σερτώριος, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὑτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν.
こうしたことによって、セルトリウスは異民族たちの間で称賛され、愛されていた。 また、ローマ式の武装、隊列、合図を採用して、彼らの武勇から狂気じみた野獣のような性質を取り除き、その軍事力を巨大な盗賊団ではなく組織された軍隊へと変えたこともその理由であった。
§14.2ἔτι δʼ ἀργύρῳ χρώμενος ἀφειδῶς καὶ χρυσῷ κράνη τε κατεκόσμει καὶ θυρεοὺς αὑτῶν διεποίκιλλε, καὶ χλαμύσιν ἀνθιναῖς καὶ χιτῶσι χρῆσθαι διδάσκων καὶ χορηγῶν εἰς ταῦτα καὶ συμφιλοκαλῶν ἐδημαγώγει.
さらに彼は、金や銀を惜しみなく使って彼らの兜を美しく飾り、盾に様々な装飾を施した。 また、花模様の外套やチュニックを着用することを教え、そのために費用を援助し、彼らと共にその美を追求することによって人心を掌握した。
μάλιστα δὲ εἷλεν αὐτοὺς τὰ τῶν παίδων, τοὺς γὰρ εὐγενεστάτους ἀπὸ τῶν ἐθνῶν συναγαγὼν εἰς Ὄσκαν, πόλιν μεγάλην, διδασκάλους ἐπιστήσας Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν μαθημάτων ἔργῳ μὲν ἐξωμηρεύσατο, λόγῳ δὲ ἐπαίδευεν, ὡς ἀνδράσι γενομένοις πολιτείας τε μεταδώσων καὶ ἀρχῆς.
しかし、何よりも彼らを魅了したのは子供たちに関する事柄であった。 というのも、彼は諸部族の中から最も高貴な生まれの子らを大都市オスカに集め、彼らにギリシアやローマの学問を教える教師たちをつけ、実際には人質としたのであるが、表向きは教育を施したのである。 それは、彼らが成人した時に国政と官職を分け与えるつもりであるかのように装ってのことであった。
§14.3οἱ δὲ πατέρες ἥδοντο θαυμαστῶς τοὺς παῖδας ἐν περιπορφύροις ὁρῶντες μάλα κοσμίως φοιτῶντας εἰς τὰ διδασκαλεῖα, καὶ τὸν Σερτώριον ὑπὲρ αὑτῶν μισθοὺς τελοῦντα, καὶ πολλάκις ἀποδείξεις λαμβάνοντα, καὶ γέρα τοῖς ἀξίοις νέμοντα, καὶ τὰ χρυσᾶ περιδέραια δωρούμενον ἃ Ῥωμαῖοι βούλλας καλοῦσιν.
父親たちは、子供たちが紫の縁取りのある衣をまとい、きわめて行儀よく学校に通っているのを見て素晴らしく喜び、またセルトリウスが自分たちに代わって授業料を支払い、しばしば試験を行っては優秀な者に褒美を与え、ローマ人がブッラと呼ぶ金の首飾りを贈っているのを見て大いに喜んでいた。
§14.4ἔθους δʼ ὄντος Ἰβηρικοῦ τοὺς περὶ τὸν ἄρχοντα τεταγμένους συναποθνῄσκειν αὐτῷ πεσόντι, καὶ τοῦτο τῶν ἐκεῖ βαρβάρων κατάσπεισιν ὀνομαζόντων, τοῖς μὲν ἄλλοις ἡγεμόσιν ὀλίγοι τῶν ὑπασπιστῶν καὶ τῶν ἑταίρων, Σερτωρίῳ δὲ πολλαὶ μυριάδες ἀνθρώπων κατεσπεικότων ἑαυτοὺς ἠκολούθουν.
支配者の周囲に配された者たちが、その支配者が戦死したときには彼と共に死ぬというイベリアの習わしがあり、現地の異民族たちがこれをカタスペイシスと呼んでいたが、他の将軍たちには盾持ちや側近たちのうち少数の者たちしか従わなかったのに対し、セルトリウスには、自らを献身した何万人もの人々が付き従っていた。
§14.5λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δʼ ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τρέπεσθαι πρὸς φυγὴν ἕκαστον αὑτῶν.
ある都市の近くで敗走が起こり、敵が迫ってきたとき、イベリア人たちは自分たちのことは顧みずにセルトリウスを救い、彼を肩に担ぎ上げ、次から次へと手渡すようにして城壁の上へと引き上げ、支配者が安全な場所に逃れると、そのとき初めて彼ら自身も各自逃亡へと転じた、と言われている。