§15.1οὐ μόνον δὲ τοῖς Ἴβηρσιν ἦν ποθεινός, ἀλλὰ καὶ τοῖς ἐξ Ἰταλίας στρατευομένοις.
彼はイベリア人たちだけでなく、イタリアから従軍している者たちからも慕われていた。
Περπέννα γοῦν Οὐέντωνος ἀπὸ τῆς αὐτῆς Σερτωρίῳ στάσεως εἰς Ἰβηρίαν παραγενομένου μετὰ χρημάτων πολλῶν καὶ μεγάλης δυνάμεως, ἰδίᾳ δὲ καθʼ ἑαυτὸν ἐγνωκότος πολεμεῖν πρὸς τὸν Μέτελλον, ἐδυσχέραινον οἱ στρατιῶται, καὶ πολὺς ἦν τοῦ Σερτωρίου λόγος ἐν τῷ στρατοπέδῳ, τὸν Περπένναν ἀνιῶν εὐγενείᾳ καὶ πλούτῳ τετυφωμένον.
実際、ペルペンナ・ウェントクスが、セルトリウスと同じ派閥から、多くの資金と大軍を伴ってイベリアに到着したものの、独自に単独でメテッルスと戦う決意をしていたとき、兵士たちは不満を募らせており、陣営の中ではセルトリウスの噂がしきりに飛び交っていた。 このことは、高貴な生まれと富によって慢心していたペルペンナを苛立たさせた。
§15.2οὐ μὴν ἀλλʼ ἐπεὶ Πομπήϊος ἠγγέλλετο τὴν Πυρήνην ὑπερβάλλων, ἀναλαβόντες οἱ στρατιῶται τὰ ὅπλα καὶ τὰ σημεῖα τῶν τάξεων ἀναρπάσαντες κατεβόησαν τοῦ Περπέννα, κελεύοντες ὡς τὸν Σερτώριον ἄγειν αὐτοὺς·
しかしながら、ポンペイウスがピレネー山脈を越えつつあると報じられると、兵士たちは武器を手に取り、部隊の軍旗をひったくってペルペンナに怒号を浴びせ、自分たちをセルトリウスのもとへと率いるよう要求した。
εἰ δὲ μή, καταλιπόντες ἐκεῖνον ἠπείλουν αὐτοὶ βαδιεῖσθαι πρὸς ἄνδρα σώζεσθαι καὶ σῴζειν δυνάμενον.
さもなければ、彼を置き去りにして、自らを守り他者をも救うことのできる男のもとへ自分たちだけで行くと脅したのである。
συγχωρήσας δὲ ὁ Περπέννας ἤγαγεν αὐτοὺς, καὶ συνέμιξε τῷ Σερτωρίῳ πεντήκοντα καὶ τρεῖς ἔχων σπείρας.
ペルペンナはこれに屈して彼らを率いていき、53個コホルスを伴ってセルトリウスと合流した。