Humanitext Reader

普鲁塔克 · 塞多留传 §14.1-14.5

军事改革与教育显贵子弟以争取民心

第 14 段,共 27 段 · 希腊语

内容简介

叙述了塞托里乌斯如何通过改革军事体制和教育显贵子弟来争取民心,以及如何通过当地的“献身”习俗获得绝对忠诚。

§14.1ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις ὁ Σερτώριος, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὑτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν.
因此,塞托里乌斯在蛮族中深受赞赏和爱戴。 这不仅是因为这些事,也因为他通过采用罗马式的武装、队列和信号,去除了他们武勇中疯狂野兽般的性质,将他们的力量训练成一支有纪律的军队,而非一个庞大的盗匪集团。
§14.2ἔτι δʼ ἀργύρῳ χρώμενος ἀφειδῶς καὶ χρυσῷ κράνη τε κατεκόσμει καὶ θυρεοὺς αὑτῶν διεποίκιλλε, καὶ χλαμύσιν ἀνθιναῖς καὶ χιτῶσι χρῆσθαι διδάσκων καὶ χορηγῶν εἰς ταῦτα καὶ συμφιλοκαλῶν ἐδημαγώγει.
此外,他毫不吝啬地使用金银来装饰他们的头盔,并在他们的盾牌上施以各种花纹。 他还教导他们穿着花色斗篷和丘尼卡,并为此提供资金、共同追求美观,以此赢得了民心。
μάλιστα δὲ εἷλεν αὐτοὺς τὰ τῶν παίδων, τοὺς γὰρ εὐγενεστάτους ἀπὸ τῶν ἐθνῶν συναγαγὼν εἰς Ὄσκαν, πόλιν μεγάλην, διδασκάλους ἐπιστήσας Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν μαθημάτων ἔργῳ μὲν ἐξωμηρεύσατο, λόγῳ δὲ ἐπαίδευεν, ὡς ἀνδράσι γενομένοις πολιτείας τε μεταδώσων καὶ ἀρχῆς.
然而,最吸引他们的还是关于孩子们的事情。 因为他将各部落中最显贵子弟指派聚集到大城市奥斯卡,并为他们配备了希腊和罗马学问的教师。 在实际上,他把他们当作了人质,但在名义上则是教育他们,表现得好像等他们长大成人后,就会让他们分享国政和官职。
§14.3οἱ δὲ πατέρες ἥδοντο θαυμαστῶς τοὺς παῖδας ἐν περιπορφύροις ὁρῶντες μάλα κοσμίως φοιτῶντας εἰς τὰ διδασκαλεῖα, καὶ τὸν Σερτώριον ὑπὲρ αὑτῶν μισθοὺς τελοῦντα, καὶ πολλάκις ἀποδείξεις λαμβάνοντα, καὶ γέρα τοῖς ἀξίοις νέμοντα, καὶ τὰ χρυσᾶ περιδέραια δωρούμενον ἃ Ῥωμαῖοι βούλλας καλοῦσιν.
父亲们看到自己的孩子们穿着带有紫边的长袍,非常规矩地去学校上课,感到无比高兴。 他们看到塞托里乌斯替自己支付学费,并经常进行考试,给优秀者颁发奖赏,赠送罗马人称为“布拉”的金项链,更是感到欣慰。
§14.4ἔθους δʼ ὄντος Ἰβηρικοῦ τοὺς περὶ τὸν ἄρχοντα τεταγμένους συναποθνῄσκειν αὐτῷ πεσόντι, καὶ τοῦτο τῶν ἐκεῖ βαρβάρων κατάσπεισιν ὀνομαζόντων, τοῖς μὲν ἄλλοις ἡγεμόσιν ὀλίγοι τῶν ὑπασπιστῶν καὶ τῶν ἑταίρων, Σερτωρίῳ δὲ πολλαὶ μυριάδες ἀνθρώπων κατεσπεικότων ἑαυτοὺς ἠκολούθουν.
按照伊比利亚人的习俗,侍卫在首领战死时要随之殉难,当地蛮族将此称为“献身”。 对于其他将领,只有少数盾手和同伴会这样做;而跟随塞托里乌斯的,则有数万名已经对自己许下献身誓言的人。
§14.5λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δʼ ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τρέπεσθαι πρὸς φυγὴν ἕκαστον αὑτῶν.
据说在某座城市附近发生溃退、敌军步步逼近时,伊比利亚人们不顾自身安危,去拯救塞托里乌斯。 他们用肩膀扛起他,一个接一个地把他抬高送上城墙。 直到首领安全后,他们自己才各自转身逃跑。

词汇与语法注释

  1. 14.1καὶ ὅτι — 因果连词 ὅτι 引导了主句被动动词 ἠγαπᾶτο 的第二个原因,与前件的介词短语 ἐκ τούτων 构成了平行结构。
  2. 14.1ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν — 设计上的 τὴν δύναμιν(军事力量)是 ἐποιεῖτο 的直接宾语,而 στρατόν(有纪律的军队)是宾格补足语,意为“他将他们的力量改造成了一支有纪律的军队,而非一个庞大的盗匪集团”。
  3. 14.2ἔργῳ μὲν ἐξωμηρεύσατο, λόγῳ δὲ ἐπαίδευεν — 使用对比小词 μέν...δέ 的经典“事实(ἔργῳ)与名目(λόγῳ)”二分对立,对比了表面上教育孩子与实际上将他们作为人质(使用动词 ἐξομηρεύομαι,源自 ὅμηρος“人质”)的策略。
  4. 14.5ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι — 短语 ἄλλους πρὸ ἄλλων(他人接在他人之前)生动地描绘了紧张的救援场景:伊比利亚士兵们接力般地互相支撑,将塞托里乌斯抬送上城墙。

引用这一段

普鲁塔克, 塞多留传 §14.1-14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:14.1-14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。